φησὶ πόλεις φιλτάτας, καὶ ἡ μὲν Ἑλληνίδας, ὁ δὲ βάρβαρον: ἔδει γὰρ τὰς κρείσσονας τὸν βασιλέα τῶν θεῶν ἔχειν φιλτάτας. ῥητέον δὲ ὅτι εὐπρεπῆ βουλόμενος περιθεῖναι αὐτῇ τὴν αἰτίαν τῆς ὀργῆς ὁ ποιητὴς, καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ προτι- μηθῆναι τῆς Ἀφροδίτης ἐπὶ τῇ κρίσει τοῦ κάλλους Τρωσὶν ἐχαλέ-
παινεν, ἐπίτηδες ταύτας φησὶν αὐτὴν τὰς πόλεις φιλεῖν, περὶ ἃς τὸ ἀδίκημα τὸ κατὰ τὴν Ἑλένην γέγονεν. σύμψηφα δὲ τούτων κἀκεῖνα, ἐν οἷς αὐτὴν ποιεῖ λαμβάνουσαν τὸν κεστὸν παρὰ τῆς Ἀφροδίτης, ἵνα τῷ Διὶ μᾶλλον οὕτως ἐπέραστος φανείη· οὐ γὰρ ἦν εἰκὸς τὴν δεομένην τῆς βοηθείας τῆς παρʼ αὐτῆς ἐπὶ τῷ ἀρέσαι τῷ ἀνδρὶ ἐνα-
γανακτεῖν ἡττηθεῖσαν ἐπὶ τῇ τοῦ κάλλους κρίσει. ὁ δὲ Ζεὺς μίαν λέγων πόλιν φιλεῖν ἐξαίρει τὴν χάριν· οὐχ οὕτω γὰρ ὁ ἀπὸ πολλῶν διδούς τι θαυμάζεται ὡς ὁ ἀπὸ ὀλίγων. ὥστε ἀμφότεροι ῥητορικῶς κατασκευάζουσιν· ἡ μὲν γὰρ πολλὰς ἀντὶ μιᾶς προήσεσθαί φησιν, ὁ δὲ τὴν μίαν, ἣν καὶ μόνην ἔχει, χαριεῖσθαι.
1
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.