κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, κατεδεξάμην μὲν ἐγὼ, τὰ δὲ τῆς προαιρέσεως οὔ πώ μοι κατένευσεν.
τις ἡ διάνοια· πολλὰ ποιοῦμεν τῶν πραγμάτων ἢ ἐξ ὅλης τῆς δια- νοίας ἢ μηδὲ βουλόμενοι. διεῖλεν οὖν τὸ ἐγὼ τῷ θυμῷ, καί φησιν ἐγὼ ἀέκων δέδωκα ἀκούσης μου τῆς διανοίας καὶ μὴ θελούσης. εἰ μὲν οὖν ἐγώ σοι δέδωκα ἔφη ἀέκων, ἐναντιολογία ἦν· καὶ εἰ ἑκόντι 1 θυμῷ, καὶ οὕτως ἂν ἦν ἐναντιολογία. ἐπεὶ δʼ ἐγὼ μὲν ἑκὼν ἔφη ἀέκοντί γε θυμῷ, οὐκέτʼ ἔστι μάχη διὰ τὸ πολλὰ μὲν ποιεῖν ἡμᾶς, μὴ συντιθεμένης δὲ τῆς διανοίας. πᾶσα γάρ πρᾶξις διὰ τὸ καθʼ ὁρμὴν γίνεσθαι ἑφ᾿ ἡμῖν οὖσα ἑκούσιος ἂν εἴη, οὐ πᾶσα δὲ πρᾶξις καὶ τὸ εὐάρεστον τῆς διανοίας ἔχει. ἔστι δὲ καὶ ἕτερον εἰπεῖν, ὅτι
ἑκὼν μὲν δίδωσιν ὡς ἀδελφῇ καὶ γυναικὶ, ἄκων δὲ ὅτι τοὺς φιλτά- τους πρὸς ἀπώλειαν ἐκδίδωσιν. καὶ γὰρ οἱ ἐν θαλάσσῃ πλέοντες ὅταν περιπέσωσι κινδύνῳ, ἐκβάλλουσι τὸν φόρτον εἰς τὴν θάλασσαν ἑκόντες τε καὶ ἄκοντες, ἑκόντες μὲν ἵνα σωθῆναι δυνηθῶσιν, ἄκοντες δὲ ὅτι τὸν φόρτον ἀπόλλουσι δἰ ὃν πλέουσιν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.