μένων ἐδάφη.
οὐδὲ γὰρ ἐν οὐρανῷ ἔστι γῆρας, οὐδʼ ὕπτστί τι τῆς θείας φύσεως ἔσχατον βίου νόσημα· πάσης δʼ ἐξαιρέτως θυμηδίας ὡσπερεὶ συνε- κτικὸν ὄργανόν ἐστιν ἡ τῶν συνεληλυθότων ἐπὶ τὴν εὐφροσύνην ἀκμή.
τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία, ἀβροσία τις οὖσα, καὶ τὸ νέκταρ, παρὰ τὸ νεάζειν γεγενημένον, ὁ δὲ Γανυμήδης ὑπηρετεῖ μόνῳ τῷ Διὶ, ὅτι ὁ μὲν Ζεὺς πρῶτός ἐστι νοῦς, μόνος δὲ ὁ νοῦς ἔχει οἰκεῖον τὸ τοῖς μήδεσι γάνυσθαι· τοῦτο γὰρ ὁ Γανυμήδης. ἡ δὲ Ἥβη, ὡς λέγεται, Ἥρας ἐστὶ θυγάτηρ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.