καλούμενος ἄπεστιν. καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος φωνὴν ἐπίκουρον, τὸ “εἰ δέ κ᾿ Ἀλέξανδρον κτείνῃ ἐπίκουρον” (284)· οὐ γὰρ ἐκτάνθη· Ἀχαιοὶ δὲ τὴν Ἕκτορος, τὸ “ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται” (92)· κρείσσων γὰρ ὤφθη Μενέλαος. καὶ γίνεται ἡ στάσις ῥητὸν καὶ διάνοια. διὸ ἀμφοτέρων εὔλογον αἰτίαν
ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου.
πάντʼ ἀποδοῦναι, τιμήν τʼ Ἀργείοις ἀποτινέμεν, ἥντινʼ ἔοικεν· εἰ δʼ ἂν ἐμοὶ Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλουσιν, αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχέσσομαι εἵνεκα ποινῆς” (Il. 3, 281—290)· τῶν γοῦν συνθηκῶν τῆς νίκης διὰ σφαγὴν θατέρου τῶν μαχομένων ὡρι- σμένης καὶ τοῦ Ἀλεξάνδρου μὴ ἀνῃρημένου Ἀγαμέμνων φησὶ “νίκη
μὲν δὴ φαίνετʼ ἀρηιφίλου Μενελάου, ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν, ἥντινʼ ἔοικεν” (Il. 3. 457—459)· ἐνῆν γὰρ ἀντικρούειν τὸν τυχόντα ὅτι “εἰ μέν κεν Μενέλαος Ἀλέξανδρον καταπέφνῃ” εἴρηται, καὶ “εἰ δέ κʼ 1 Ἀλέξανδρος κτείνῃ ξανθὸν Μενέλαον.” ῥητέον ὅτι ἀπὸ τῶν Ἕκτορος λόγων ἡ ἀπαίτησις τῷ Ἀγαμέμνονι τοῦτον τὸν τρόπον ἐχόντων “κέκλυτέ μευ. Τρῶες καὶ Ἀχαιοὶ, μῦθον Ἀλεξάνδροιο· ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον
οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾿ ἀγέσθω” (Il. 3, 86–93). μὴ ῥηθέντος οὖν ὑπὸ τοῦ Ἀλεξάν- δρου διὰ τοῦ Ἕκτορος περὶ σφαγῆς καὶ θανάτου, περὶ δὲ νίκης καὶ τοῦ ἐκ κρειττόνων γεγονότος, ὁ μὲν Ἀγαμέμνων εὐλόγως ἐξ
ὧν εἰρήκασιν οἱ πολέμιοι ἀπαιτεῖ τὰς συνθήκας, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί (Il. 3, 461)· οἱ δὲ Τρῶες οὐκέτι συναινοῦσι σφαγῆς μὴ γεγονυίας, ἐξ ὧν εἴρηκε ποιούμενος τὰς συνθήκας Ἀγαμέμνων διὰ σφαγῆς κρίνεσθαι τὴν νίκην, εὔλογον τῆς ἡσυχίας πρόφασιν λαμ- βάνοντες, ὥστε καὶ ἐνεῖναι διαμφισβητεῖν πρὸς ἀλλήλους, ἑκατέρων
μαρτυρομένων τὰς ἀπὸ τῶν ἀμφισβητούντων γεγονυίας ὁμολογίας. ὁ μὲν γὰρ Ἀγαμέμνων ἐρεῖ δεῖν ἀποδιδόναι· τοῦτο γὰρ ὡμολογήθη ὑκὸ Ἕκτορος, τὸ τῷ νικήσαντι καὶ κρείσσονι γεγονότι τὴν ἀπόδοσιν γίνεσθαι· ὁ δὲ Ἕκτωρ ἐρεῖ μὴ δεῖν ἀποδιδόναι. ὁμολογεῖσθαι γὰρ καὶ συγκεῖσθαι ὑπὸ τοῦ Ἀγαμέμνονος θανάτου γεγονότος καὶ σφαγῆς
ὅτι δεῖ τὴν ἀσόδοσιν γίνεσθαι· μηδενὸς δὲ ἀνῃρημένου μένει ἀκεραίως τὰ πράγματα. πάλιν οὖν ἔδει μονομαχῆσαι αὐτούς· ὅθεν Ἀλεξάνδρου μὲν μὴ φαινομένου, τῶν δὲ συνθηκῶν μενουσῶν ἔτι ἐν ταῖς σπονδαῖς ἀντʼ Ἄλεξάνδρου ἀνταποκτεῖναι θελήσας τὸν Μενέλαον καὶ τοξεύσας συγκέχυκε τοὺς ὅρκους, καὶ πάντας ἐπὶ τὴν ἐπιορκίαν τοὺς μήτε
τὸν Ἀλέξανδρον ἐκδεδωκότας μήτε τὸν τοξεύσαντα τὸν Μενέλαον πεποίηκεν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.