αἰσχύνην ὀργᾷ: ἐμφανίζει οὖν τὴν πρόξενον ἀπάντων τῶν κακῶν αὐτοῦ λαγνείαν. ἢ ἀνακτώμενος Ἑλένην προσποιεῖται αὐτῆς ἐρᾶν, ὑπονοῶν ὀργίζεσθαι αὐτὴν ἐφʼ οἷς ἐκδοῦναι τῷ πολεμίῳ ἔσπευσεν. ἢ ὅτι ὧν στεροίμεθα ἂν, τούτων ἐρῶμεν.
μὴ μόνον ἡττηθῆναι μονομαχοῦντα, ἀλλὰ καὶ φυγεῖν, καὶ ἀφρο- δισίων μεμνημένον εὐθὺς, καὶ ἐρᾶν μάλιστα τότε φάσκοντα, καὶ οὕτως ἀσώτως διακεῖσθαι; Ἀριστοτέλης μέν φησιν εἰκότως· ἐρω- τικῶς μὲν γὰρ καὶ πρότερον διέκειτο, ἐπέτεινε δὲ τότε. πάντες γὰρ, ὅτε μὴ ἐξῇ ἢ φοβοῦνται μὴ ἕξουσι, τότε ἐρῶσι μάλιστα· διὸ καὶ
νουθετούμενοι ἐπιτείνουσι μᾶλλον· ἐκείνῳ δὲ ἡ μάχη τοῦτο ἐποίησεν. οἱ δὲ, ὅτι ἡ προσδοκία τῆς ἀποδόσεως ἤγειρε σφοδρότερον τὴν ἐπι- θυμίαν διὰ τὴν μέλλουσαν ἀφαίρεσιν. οἱ δὲ, ὅτι ἡ Ἀφροδίτη παροῦσα οὐ μόνον ἐκ τῆς μάχης αὐτὸν ἐρρύσατο, ἀλλὰ καὶ λελυπημένον διὰ τὴν ἧτταν εἰς παρηγορίαν ἦγε, μεταβαλοῦσα τὴν τῆς ψυχῆς κατή-
φειαν εἰς τὸ ἡδὺ τῆς ἐπιθυμίας. ἄλλοι δὲ, ὅτι τῆς Ἑλένης ἀνακτώ- μενος τὴν εὔνοιαν σφοδρότερον τὸν ἔρωτα ἐπιτετάσθαι λέγει· ἐνόμιζε γὰρ τὴν αὐτὴν χαλεπῶς φέρειν διʼ ἃ συνέθετο, ὥσπερ ἔκδοτον τοῖς Ἀχαιοῖς γενομένην. ἵνα δὲ ἐπιδείξῃ οἷος ἦν Ἀλέξανδρος, ἔν τε τῷ πολέμῳ ἐποίησε θρασὺν ἅμα καὶ δειλὸν, ἐπί τε τῆς οἰκίας ἀσελγῆ
καὶ καταφρονητὴν δόξης. χαρακτηρίζει γὰρ διὰ τούτων τὸ ἦθος τοῦ αἰτίου τῶν κακῶν τοῖς πᾶσι διὰ τὴν ἀσέλγειαν γενομένου.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.