μέλισσαι βραχύ τι πιᾶσαι ἐφιζάνουσι τοῖς ἄνθεσι καὶ πάλιν ἐφʼ ἕτερα μετίασιν ἄνθη.
ποιοῦνται, ἀλλʼ εἰς βραχὺ, ὥστε φαντασίαν ἀεὶ παρέχεσθαι ὡς ἀρτίως ἐξορμωμένων· ἐμοὶ δὲ δοκεῖ τὴν ὥραν μηνύειν μᾶλλον ὅτε πέτονται· πέτονται δὲ τοῦ ἦρος ἀεί· νέον δὲ τὸ ἔαρ ἐκάλουν, καὶ νέον ἔτος ἀπὸ τοῦ ἦρος προσηγόρευον. αὐτός τε ἐν ἄλλοις ἐκ πλήρους 1 ἔφη “ἔαρος νέον ἱσταμένοιο” (Od. 19, 519)· πατέρα τε τῶν καιρῶν τὸν χειμῶνα Πυθαγόρας καλεῖ. αὗται οὖν κατὰ τὸ νέον ἔαρ ἔρχονται. ὅτι γὰρ τὸ ἔαρ δηλοῖ, ἐπάγει “βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν.” θαυμάσαι δὲ ἔστι Ζηνόδοτον τὸ βοτρυδόν ἐκλαβόντα ἐοικότως βότρυι τῷ ὀρνέῳ, ὅπερ αὑτὸ συστρέφει ἐν τῇ πτήσει· οὐδεὶς
γὰρ τῶν παλαιῶν, οὐδʼ Ἀριστοτέλης, βότρυν ζῷον ἔγραψε. κέχρηται δὲ Ὅμηρος ἐπʼ ἀμπέλου τῷ βότρυος ὀνόματι· “μέλανες δ᾿ ἀνὰ βότρυες ἦσαν” (Il. 18, 562). βοτρυδόν οὖν τὸ ἐοικότως βότρυϊ σταφυλῆς· κατὰ συστροφὰς γὰρ πέτονται· τάχα δὲ καὶ ὅτι ἐν σχήματι βοτρύων ἐκκρέμανται τῶν ἀνθέων, τῶν ῥαγῶν τὴν τραχύτητα μιμούμεναι τῷ
πολλὰς καθʼ ἑνὸς ἐκκρέμασθαι. ἐπὶ μὲν οὖν τῶν μελισσῶν τό βοτρυ- δόν λέγει, ἐπὶ δὲ τῶν Ἑλλήνων, οἷς τὰς μελίσσας παραβέβληκεν. ἰλαδὸν εἰς ἀγορὴν, κατὰ ἴλας καὶ συστροφὰς, ὅτι ὡς συνηθείας καὶ τῆς πρὸς ἀλλήλους ἑταιρείας εἴχοντο. ἰσοδυναμεῖ οὖν ἄρα τὸ ἰλαδόν τῷ βοτρυδόν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.