τε τῇ παραδόξῳ καὶ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ, φίλ- τρον τε πορίζεται ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατηγοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, 1 εἰ δὲ μὴ, ἐλάνθανε τὸ βούλευμα. ἄλλως δʼ ἀπέβη· βλάπτει γὰρ ὁ Ζεύς.
τὸ μηχάνημα λύειν ἄλλως εἰ μὴ ἐξ αὐτοῦ τοῦ μύθου. φησὶ δὲ ὁ Ἀριστοτέλης ποιητικὸν μὲν εἶναι τὸ μιμεῖσθαι τὰ εἰωθότα γίνεσθαι, καὶ ποιητῶν μᾶλλον τὸ κινδύνους παρεισάγειν. εἰκὸς δὲ καὶ ἐκ λοιμοῦ πεπονημένους καὶ τῷ μήκει τοῦ χρόνου ἀπαυδήσαντας, καὶ τοῦ Ἀχιλλέως μετὰ τῆς οἰκείας δυνάμεως ἀποστάντος, καὶ αὐτοῦ
ἀφαιρεῖσθαι ἐν τῇ ἐκκλησίᾳ τὴν Βρισηΐδα λέγοντος εἰς φόβον τῶν ἄλλων “στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντα” (Il. 1, 186), καὶ θορύβου τε ἐκ τῆς ἐξαναστάσεως τοῦ Ἀχιλλέως γεγονότος, μὴ εὐθὺς παρακαλεῖν ἐπὶ τὴν ἔξοδον, ἀλλὰ πειραθῆναι ἡγήσασθαι δεῖν εἰ οὕτως ἔχουσιν. εἰ γὰρ ἄνευ πείρας
πολεμεῖν ἐκέλευε τοὺς οὕτω διακειμένους, συνέβη δὲ ἀντειπεῖν τινὰς, ἀνάστατον ἐγίνετο τὸ πᾶν ἔργον καὶ ἐπανάστασις πάντων, καὶ λοιπὸν ἡ δέησις τοῦ βασιλέως, ἡ κόλασις τῶν ἀπειθούντων. ἀναγκαία οὖν ἡ πεῖρα μετὰ τοῦ ἐναντιοῦσθαι παραγγεῖλαι τοὺς ἡγεμόνας, ἐν ᾧ αὐτοὺς φθάσας ἐναντίους παρακαλεῖ γενέσθαι τῆς αὑτοῦ εἰς ἀπό-
στασιν τοῦ πολέμου πείρας. προληφθέντες γὰρ ταῖς πρὸς αὐτὸν ὁμολογίαις, ἄτοποι εὑρίσκονται μὴ κωλυταὶ γινόμενοι, ὥσπερ συνέ- θεντο, συμπράκτορες δὲ τῶν φευγόντων. ὅθεν καὶ τῷ Ὀδυσσεῖ εὐλόγως λείπεται ἡ πρὸς τοὺς τοιούτους ἐπίπληξις, ἐπὰν λέγῃ “ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπεν” (194). τὸ μὲν οὖν αὐτὸν παρακαλεῖν
οὕτως ἔχοντας πολεμεῖν ἐπίφθονον ἦν· ἐκέλευσε δʼ αὐτοῦ λέγοντος ὡς δεῖ ἀπιέναι, τοὺς ἄλλους κωλύειν· “ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν (75). συνέβη δὲ εἰκὸς ἦν, διά τε τὸ ὀργᾶν καὶ τὸ μὴ εἰδέναι εἰ ἀπεπειρᾶτο, ἀσμένως ἀκοῦσαι καὶ φθάσαι ἀναστάντας πρίν τινα τῷ Ἀγαμέμνονι ἀντειπεῖν. ὁ οὖν Ἀγαμέμνων ὀρθῶς ἐβουλεύ-
σατο· οὐ γὰρ δεῖ ἐκ τῶν ἀποβαινόντων κρίνειν τὸ ὀρθῶς, ἀλλʼ ἐκ τοῦ 2 πῶς κατὰ λόγον ἦν ἀποβῆναι· πολλὰ γὰρ παραλόγως ἐπιτυγχάνει, εἴπερ γε καὶ κατορθοῦται· καὶ οἱ Ἀχαιοὶ ἀνέστησαν πρίν τινα ἀντει- πεῖν. τί γὰρ ἔφη: ἐγὼ μὲν ἐρῶ ὅτι δεῖ φεύγειν, ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἀντιλέγετέ μοι πρὸς τοῦτο· οὐ προσδοκήσας ὅτι πρὶν ἀντει- πεῖν αὐτῷ ἔσται τι τῶν ἀτόπων, οὐδʼ ὅτι τὸ πλῆθος ἅμα τῷ φάναι
αὐτὸν ἀΐξει ἐπὶ τὸ ῥηθέν. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀγωνιᾶσθαι πεποίηκε τὸν ἀκροατήν· τό τε γὰρ ἀποβῆναι καὶ τὸ πάλιν εἰς ὀρθὸν ἐλθεῖν τραγικὸν, καὶ τοῦ ποιητοῦ ἐπιβολὴ ἔνογκος. ἡ δὲ λύσις οὐκ ἀπὸ. μηχανῆς· ὅταν γὰρ διὰ τῶν εἰκότων γίγνηται, οὐ μηχανὴ τοῦτʼ ἐστὶν, ἅμʼ ὅτε πρόσκειται θεός. ἀλλὰ τοῦτʼ εἰπὼν ὃ εἰκὸς ἦν αὐτοῖς
γίνεσθαι εἰς θεὸν, ἀντέθηκε τὸν Ὀδυσσέα διανοηθῆναι ταῦτα δρᾶν ἃ πρᾶξαι ἂν εἰκός ἐστιν, ὡς τὸ “καὶ φεύγειν ἐν νηυσὶ πολυκλήϊσι κελεύσω· ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν.” ἢ οὐ τοὺς φεύγοντας ἐρητύειν κελεύει (οὐδὲ γὰρ ἤλπιζε τοῦτʼ ἔσεσθαι), ἀλλʼ ἐμοὶ ἀντι- λέγειν, ἐπέχειν καὶ μένειν συμβουλεύοντας, καὶ τοῦτο ποιοῦντας πρός
ἐμὲ διδάσκειν ὡς χρὴ μένειν καὶ μὴ τοῖς ὑπʼ ἐμοῦ ῥηθεῖσι περὶ φυγῆς πείθεσθαι.
ἐρητύειν ἐπέεσσιν” (75). συνέφερε γὰρ ἡ πεῖρα διὰ τὸν καιρὸν, ἀφεστῶτος τοῦ Ἀχιλλέως καὶ τοῦ πλήθους ὑποπτευομένου.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.