ἐπεκτάσει νήδυμος· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός. οὐ γὰρ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δὲ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθὺς, παρὰ τὴν νηδύν. ἢ ὁ ἀνώδυνος. μετὰ δὲ τοῦ ν τὸ νήδυμος.
δὲ νήδυμος ὁ μὴ δύνων μηδὲ περιεχόμενος, ἀλλʼ αὐτὸς περιέχων. ἐξηγήσατο γὰρ τὴν λέξιν εἰπὼν “νήδυμος ἀμφιχυθείς.” καὶ αὐτὸς ὁ Ὕπνος φησὶν “ὄφῤ ἔτι εὕδει Ζεὺς, ἐπεὶ αὐτὸν ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα” (Il. 14, 359). καὶ ἔτι “περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος” (19)· “τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος Ἀργειφόντης”
(Il. 14, 445). διὸ καὶ οὕτως λέγει “οὐδέ μιν ὕπνος ᾕρει πανδα- μάτωρ” (ib. 4). τὸ δὲ νη στερητικὸν καὶ ἐν τῷ “νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς” (Od. 13, 80). καὶ ἐπʼ ἄλλων δὲ περιεχόν- των καὶ κατειληφότων τὸ ὅλον λέγει “ἀμφὶ δέ μιν θάνατος χύτο” (Il. 16, 114)· “τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψεν” (Il. 17, 591)·
“θείη δέ μιν ἀμφέχυτʼ ὀμφή” (41). “θεσπεσίην δʼ ἄρα τῷγε χάριν κατέχευεν Ἀθήνη” (Od. 2, 12). κέχρηται δὲ τῇ συνθέσει τῆς λέξεως καὶ ἐν τῷ “λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ ἀμφίδυμοι” (Od. 4, 846), δύο λέγων εἰς οὓς ἔστι δύνειν· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως . . . . . .
διδαχὴ δέ ἐστιν ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νὺξ, τούς τε ἄρ- χοντας οὐ παννυχίζειν δεῖ (“οὐ χρὴ” γὰρ “παννύχιον εὕδειν βουλη- 1 φόρον ἄνδρα” 24), ἀλλὰ καὶ παντὶ τρόπῳ τὰς ὑποσχέσεις πληροῦν. διὰ τοῦτο οἱ μὲν περὶ Θέτιδα τοῦ Διὸς δεηθέντες καθεύδοντες αὐτῷ πεποίηνται, ἀγρυπνῶν δὲ ὁ ὑπεσχημένος τιμῆσαι Ἀχιλλέα.
ἐνίοτε δηλοῖ τὴν ψιλὴν κατάκλισιν ἐπὶ τῆς εὐνῆς, εἴπερ καὶ τὸ κοι- μηθῆναι καὶ τὸ . . . . “ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον.” καὶ πάλιν “Εὐρυνόμη δʼ ἄρα χλαῖναν βάλε κοιμηθέντι” (Od. 20, 4). τὸ δὲ παννύχιοι ἐστὶ διʼ ὅλης νυκτός. ὥστʼ . . . . τὸν μὲν Δία μέρος ὑπνῶσαι, τοὺς δὲ . . . . βαθὺς, ὥστε δύναιτʼ ἂν ὑπνῶσαι μὲν,
μὴ βαθεῖ δὲ ὕπνῳ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.