ἐξαγαγὼν τὴν στρατιὰν, ἐπὶ ὅρκους δὲ ἔρχεται καὶ συνθήκας, αἷς ἐπεφώνησεν “οἱ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε, ἐλπόμενοι παύ- 1 σασθαι ὀϊζυροῦ πολέμοιο” (Il. 3, 111). ῥητέον οὖν ὅτι μήποτε οὐ παντελῶς ἐπίστευσε τῇ περὶ τὸν ὄνειρον φαντασία· διόπερ εὐγνώμοσι τοῖς περὶ τῆς συνθήκης λόγοις ὑπάρχουσιν εἰκότως συγκατατίθεται.
τὴν πόλιν ἄτοπον. ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· οἱ μὲν, ὅτι τὸ νῦν δηλοῖ πλείω, ἐν οἷς περιέχεται οὐ μόνον τὸ τήμερον, ἀλλὰ καὶ ἐν τούτῳ τῷ χρόνῳ. οἱ δὲ, ὅτι τὸ πανσυδίῃ σημαίνει μετὰ πάντων, ὥστε παραλιπὼν τὸν Ἀχιλλέα ἥμαρτεν. οἱ δὲ ἀπὸ τοῦ ἔθους· καὶ γὰρ στρατηγοῖς καὶ βασιλεῦσι συγκεχώρηται εἰς τὸ πρόσφορον ψεύδεσθαι.
καὶ δὴ καὶ τὸν Δία εἰσάγει τοιοῦτον, τῷ ἔθει ἑπόμενον.
Πριάμοιο πόλιν” εἰς μίαν περιέστη ἡμέραν. καὶ ὅτι οὕτως ὑπέλαβε καὶ ἤκουε τὸ νῦν, δηλοῖ τὸ ἐπιρρηθὲν αὐτῷ “φησὶ γὰρ ὅγʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ, νήπιος” (37). Ζηνόδοτος δὲ παριστὰς τὴν τοῦ Διὸς ἀλήθειαν φησὶ κατʼ ἐκείνην ἑαλωκέναι τὴν ἡμέραν τὴν Ἴλιον· ὅτε γὰρ οἱ ὅρκοι συνεχύθησαν, ἡ πόλις ἀπώλετο·
ἐν γὰρ τῷ παρασπονδῆσαι τὸ μηκέτι σωθῆναι κατεψηφίσθη. Ἀπίων δέ φησιν ὅτι πρότερον ἐνδοιάζων ὁ Ζεὺς κατʼ ἐκείνην τὴν ἡμέραν ἐπέτρεψε τῇ Ἥρᾳ τὸν τῆς Τροίας ὄλεθρον· διὸ καὶ κατῆλθεν ἡ Ἀθηνᾶ, τῇ τῶν ὅρκων ἀνατροπῇ συναναστρέφουσα τοὺς Τρῶας. ἔπειτα ἐρρήθη πανσυδίῃ ἐξάγειν τοὺς Ἕλληνας· ὁ δὲ παρῆκεν οὐ
μικρὰν μερίδα τὴν τοῦ Ἀχιλλέως. πῶς οὖν ἀληθεύει καὶ ἐν τῷ “ἐπέγναμψε γὰρ ἅπαντας Ἥρη λισσομένη;” καὶ τοῦτο ἀληθές· πέπεικε γὰρ ἡ Ἥρα· φησὶ γὰρ “ὃς πρὶν ἔμοιγε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων Τρωσὶ μαχήσεσθαι” (Il. 5, 832). τὸ οὖν νέφος τοῦ Ἄρεως ἔταξε κατὰ πλήθους.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.