μὲν πρῶτον ὅτι χωλὸν αὐτὸν ὑφίσταται τὴν θείαν ἀκρωτηριάζων φύσιν, εἶθʼ ὅτι καὶ παρὰ μικρὸν ἧκε κινδύνου· φησὶ γὰρ “πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν.” καὶ τούτοις οὖν ὑποκρύπτεταί τις Ὁμήρῳ φιλό- 1 σοφος νοῦς. οὐ πλάσμασι γὰρ ποιητικοῖς τοὺς ἀκούοντας τέρπων αὐτίκα χωλὸν ἡμῖν παραδέδωκεν Ἥφαιστον οὐ τὸν ἐξ Ἥρας καὶ Διὸς μυθούμενον παῖδα (τοῦτο γὰρ ἀπρεπὲς ὄντως ἱστορεῖν περὶ θεοῦ)· ἀλλʼ ἐπεὶ ἡ τοῦ πυρὸς οὐσία διπλῆ, καὶ τὸ μὲν αἰθέριον, ὡς ἔναγχος εἰρήκαμεν, ἐπὶ τῆς ἀνωτάτω τοῦ παντὸς αἰώρας οὐδὲν ὑστεροῦν ἔχει
πρὸς τὴν τελειότητα, τοῦ δὲ παῤ ἡμῖν πυρὸς ἡ ὕλη πρόσγειος οὖσα φθαρτὴ καὶ διὰ τῆς ὑποτρεφούσης παῤ ἕκαστα ζωπυρουμένη, διὰ τοῦτο τὴν μὲν ὀξυτάτην φλόγα συνεχῶς ἥλιόν τε καὶ Δία προσαγο- ρεύει, τὸ δʼ ἐπὶ γῆς πῦρ Ἥφαιστον, ἑτοίμως ἁπτόμενόν τε καὶ σβεννύμενον. ὅθεν εἰκότως κατὰ σύγκρισιν ἐκείνου τοῦ ὁλοκλήρου
τοῦτο νενόμισται χωλὸν εἶναι τὸ πῦρ. ἄλλως τε καὶ πᾶσα ποδῶν πήρωσις ἀεὶ τοῦ διαστηρίζοντος ἐπιδεῖται βάκτρου, τὸ δὲ παῤ ἡμῖν πῦρ ἄνευ τῆς τῶν ξύλων ἐπιθέσεως οὐ δυνηθὲν ἂν ἐπὶ πλέον παρα- μεῖναι συμβολικῶς χωλὸν εἴρηται. τὸν γοῦν Ἥφαιστον οὐκ ἀλληγο- ρικῶς ἐν ἑτέροις, ἀλλὰ διαρρήδην φησὶν Ὅμηρος πῦρ εἶναι, ὡς τὸ
“σπλάγχνα δʼ ἂρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο” (Il. 2, 426) μεταληπτικῶς ὑπὸ τοῦ Ἡφαίστου τὰ σπλάγχνα φησὶν ὀπτᾶσθαι. ναὶ μὴν καὶ ἀπʼ οὐρανοῦ ὑφίσταται ῥιπτόμενον αὐτόν· φυσικῶς γὰρ κατʼ ἀρχὰς οὐδέπω τῆς τοῦ πυρὸς χρήσεως ἐπιπολαζούσης ἄνθρωποι χρονικῶς χαλκοῖς τισὶν ὀργάνοις κατεσκευασμένοις ἐφειλκύσαντο
τοὺς ἀπὸ τῶν μετεώρων φερομένους σπινθῆρας, κατὰ τὴν μεσημβρίαν ἐναντία τῷ ἡλίῳ τὰ ὄργανα τιθέντες. ὅθεν οἶμαι δοκεῖ καὶ Προμηθεὺς ἀπʼ οὐρανοῦ κλέπτειν τὸ πῦρ, ἐπειδήπερ τέχνῃ Προμηθέως ἐπενόη- σαν οἱ ἄνθρωποι τὴν ἐκεῖθεν ἀπόρροιαν αὐτοῦ. Λῆμνον δὲ πρώτως οὐκ ἀλόγως ἐμυθεύσαντο τὴν ἐπιδεξαμένην τὸ θεοπρόβλητον πῦρ· ἐνταῦθα
γὰρ ἀνίενται γηγενοῦς πυρὸς αὐτόματοι φλόγες. δηλοῖ δὲ σαφῶς ὅτι τοῦτο θεόρρυτόν ἐστι τὸ πῦρ ἐξ ὧν ἐπήνεγκεν “ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·” ἀπόλλυται γὰρ εὐθέως μαρανθὲν, εἰ μὴ λάβοιτο τῆς διαφυλάττειν αὐτὸ δυναμένης προνοίας. καὶ ταῦτα μὲν περὶ Ἡφαί- στου φιλοσοφητέον. ἐῶ γὰρ ἐπὶ τοῦ παρόντος ὡς τερατώδη τινὰ
τὴν Κράτητος τοῦ Θηβαίου φιλοσοφίαν, ὅτι Ζεὺς ἀναμέτρησιν τοῦ 2 παντὸς γενέσθαι ἐσπουδακὼς δύο πυρσοῖς ἰσοδρομοῦσιν, Ἡφαίστῳ τε καὶ Ἡλίῳ, διετεκμήρατο τοῦ κόσμου τὰ διαστήματα, τὸν μὲν ἄνωθεν ἀπὸ τοῦ βηλοῦ καλουμένου ῥίψας, τὸν δʼ ἀπʼ ἀνατολῶν εἰς δύσιν μεθεὶς φέρεσθαι. διὰ τοῦτʼ ἀμφότεροι καὶ συνεχρόνισαν· ἅμα γὰρ ἠελίῳ καταδύντι κάππεσεν Ἥφαιστος ἐν Λήμνῳ. τοῦτο τοίνυν
εἴτε κοσμικήν τις ἀναμέτρησιν εἴθʼ (ὃ μᾶλλον ἀληθές ἐστιν) ἀλλη- γορικὴν τοῦ καθʼ ἡμᾶς πυρὸς ἀνθρώποις εἴποι παράδοσιν, οὐδὲν ἀσεβές ἐστιν ὑπὲρ Ἡφαίστου παῤ Ὁμήρῳ λεγόμενον.
τὴν φλιὰν, ἀπὸ τοῦ βαίνειν.
σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ἤτοι τὴν φλιάν· ὁ γὰρ ποιη- τὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχοντα. εἴρηται δὲ βηλὸς ἀπὸ τοῦ βαίνεσθαι, ὡς καὶ ὀδὸς ἀπὸ τοῦ ὁδεύεσθαι. καὶ Πανύασις δὲ τὰ πέδιλα βηλὰ λέγει. Παρμενίων δὲ ὁ γλωσσογράφος φησὶν Ἀχαιοὺς καὶ Δρύοπας καλεῖν τὸν οὐρανὸν βηλόν. Κράτης δὲ περισπῶν τὴν
πρώτην συλλαβὴν Χαλδαϊκὴν εἶναι τὴν λέξιν ἀποδίδωσιν. Ἀγα- θοκλῆς δὲ τὴν πάντων περιοχὴν, καὶ βεβηκότας φέρειν τοὺς ἀπλανεῖς ἀστέρας.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.