πρότερον ἐπιτρέψας τῶν Τρώων γενέσθαι, ὡς εἰπεῖν τὸν ποιητὴν “ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλ- κείῃσι δαμέντες” (Il. 6, 73), τότε τῇ ὑποσχέσει προστίθεται; ῥητέον δὲ ὅτι τῶν ὅρκων παρὰ τῶν Τρώων συγχυθέντων τιμωρίαν δοῦναι πρότερον τοὺς παραβάντας ἠξίωσεν καὶ πολλῶν διὰ τοῦτο
ἀνῃρημένων ὡς εἰς ἀπόγνωσιν τῶν πραγμάτων ἀφικέσθαι καὶ βουλὰς τοῦ δεῖν ἀποδοῦναι τὴν Ἑλένην. τότε λυσάντων τῶν Ἑλλήνων τὴν παράβασιν ἐκ τοῦ μὴ δέξασθαι τὰ πεμφθέντα ἐκ τῆς Ἰλίου ἐπαγγέλματα διὰ τοῦ Ἰδαίου ἔχοντα οὕτως. “ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ εἰπέμεν, αἴ κέ περ ὔμμι φίλον
καὶ ἡδὺ γένοιτο, μῦθον Ἀλεξάνδροιο, οὗ εἵνεκα νεῖκος ὄρωρε· κτήματα μὲν ὅσ᾿ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδ᾿, ὡς πρὶν ὤφελλ᾿ ἀπολέσθαι, ἂψ ἐθέλει δόμεναι καὶ ἔτʼ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι, κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο οὔ φησι δώσειν· ἦ μὴν Τρῶές γε κέλονται” (Il. 7, 386–393). τοιαύτης γὰρ πρεσβείας
ἀφιγμένης προστίθησιν ὁ Διομήδης “μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω, μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός 1 ἐστιν, ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται” (Il. 7, 400— 402). ἔπειτα τῶν Ἑλλήνων συμψήφων γενομένων “ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν, μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο” (Il. 7, 403. 404). καὶ τότʼ Ἀγαμέμνονος εἰπόντος Ἰδαῖ᾿, ἤτοι μῦθον αὐτὸς ἀκούεις, ὥς τοι ὑποκρίνονται, ἐμοὶ δʼ ἐπιαν-
δάνει οὕτως.” καὶ διὰ πάντων τῶν τε ἀρίστων καὶ τοῦ βασιλέως τοῦ τε ὄχλου διελθόντος ὅτι μηδʼ ἐμμένουσι τοῖς ὅρκοις καὶ ἀποδιδόασι τὴν Ἑλένην καὶ τὰ κτήματα καὶ ὅσα ὡμολογήθη χρὴ πείθεσθαι, ἀλλὰ μόνον πολεμεῖν, συνέβη λύσιν γενέσθαι τῶν ὁρκίων καὶ τὴν ἐπιορκίας δυνάμει ἄφεσιν. οὗτοι γὰρ οὐκ εἰς ἀπαίτησιν τῆς Ἑλένης
κατὰ τοὺς ὅρκους ἐτράπησαν, εἰς δὲ παραίτησιν μὲν ταύτης, πολέμου δὲ παρασκευήν. ὅθεν καὶ τεῖχος ταῖς ναυσὶ περιβάλλοντες φαίνονται, τοὺς μὲν ὅρκους ἐάσαντες, πρὸς ἄλλα δὲ τραπόμενοι. διὸ καὶ ἐπι- λέγει ὁ Ἀγαμέμνων “ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης,” ἀνελὼν τὸ δεῖν τούτοις ἐμμένειν καὶ ἐπιτρέψας αὐτοὺς τῷ Διί. ἀνῃ
ρημένου τοίνυν Πανδάρου τοῦ τοὺς ὅρκους παραβάντος καὶ θυσιῶν καὶ λιτανειῶν γεγονυιῶν καὶ ἐπιστροφῆς πρὸς τοὺς ὅρκους διὰ τοῦ ὁμο- λογεῖν καὶ λέγειν “δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ δώομεν Ἀτρείδῃσιν ἄγειν, νῦν δʼ ὅρκια πιστὰ ψευσάμενοι μα- χόμεσθα, τῷ οὔ νύ τι κέρδιον ἡμῖν ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ
ῥέξωμεν ὧδε.” καὶ εἰκότως καὶ ἧττα γίνεται ὑπὸ τοῦ μὴ ἐκτελε- σθῆναι τὰ εἰρημένα καὶ παύεται ἡ ἐκ τῆς παραβάσεως μῆνις τῶν Ἑλλήνων ἀρνησαμένων τὴν κατὰ τοὺς ὅρκους γινομένην ἀπόδοσιν καὶ εἰς πόλεμον παρεσκευασμένων.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.