παρὰ Διός; οὐ γὰρ συγκατατέθειται τῇ ἀπολυτρώσει τοῦ νεκροῦ, ἀλλʼ ὕστερον· ὁ δὲ Ἀπόλλων οὐκ εἶχεν ἐξουσίαν τῆς αἰγίδος. εἰ δὲ ταῦτα ἐγέγραπτο, οὐκ ἂν ἄλλας αἰτίας εἰσέφερε τοῦ καταδρύπτεσθαι. λέγει μέντοι (ll. 23, 186) “ῥοδόεντι χρῖεν ἐλαίῳ ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.” καὶ περὶ τοῦ Ἀπόλλωνος ὃν τρόπον “πᾶσαν
ἀεικείην ἄπεχε χροΐ,” λέγει “τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων,” ἵνα διαμένῃ ἔνικμος καὶ περινίζηται τὴν ἀπὸ τοῦ φόνου ἀκαθαρσίαν, ὥς φησιν ὁ Ἑρμῆς τῷ Πριάμῳ “θηοῖό κεν αὐτὸς ἐπελθὼν, οἷον ἐερσήεις κεῖται· περὶ δʼ αἷμα νένιπται” (418).
τὴν χρυσῆν αἰγίδα. καὶ μή ποτε Ὁμηρικώτερον· τοῖόν τοι ἐγῶ νέφος ἀμφικαλύψω χρύσεον” (Il. 14. 343).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.