τριχίνην εἶναι τὴν ὁρμιάν. λιναῖς γὰρ ἐχρῶντο· “ἐκ πόντοιο θύραζε λίνῳ ἐνὶ ἤνοπι χαλκῷ” (Il. 16, 408). οἱ δὲ νῦν οὐδὲ βοείαις χρῶνται, ἀλλʼ ἱππείαις. λέγοι ἂν οὖν βοὸς κέρας κυρίως· κατεσκεύαζον γὰρ σύριγγα ἐκ κέρατος βοείου, ἣν παρετίθεσαν τῇ ὁρμιᾷ ὑπὲρ τὸ ἄγκιστρον, ὅπως μὴ οἱ ἰχθῦς ἀποτρώγωσι τὸν λίνον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.