ἀναιδέστατος βούλοιτο εἶναι. παρὰ μὲν γὰρ Ἡσιόδῳ γνωμικῶς· ἐκεῖ γὰρ ὄντι λόγον ἔχει, τῆς αἰδοῦς ποτὲ μὲν ὠφέλειαν περιποιούσης ποτὲ δὲ βλάβην. δεῖ δὲ ἔξωθεν προσυπακοῦσαι τὸ ἐστί, ἵνʼ ᾖ, οὐδέ οἱ αἰδώς ἐστι· καὶ πλήρης ὁ λόγος.
ἡ δὲ ὠφελοῦσα. οὕτως δὲ καὶ Εὐριπίδης (Hippol. 385) ἐξεδέξατο εἰπὼν διττὰς εἶναι αἰδοῦς. δύναιτο δʼ ἂν ἡ αὐτὴ οὖσα πῆ μὲν ὠφέλιμος εἶναι, πῇ δὲ βλαβερά.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.