τήν τε περὶ τοῦ κάλλους κρίσιν οὐκ οἶδεν· πολλαχῆ γὰρ ἂν ἐμνήσθη· καὶ τὸ νείκεσσε οὐκ ἔστι κρῖναι, ἀλλʼ ἐπιπλῆξαι ἢ διαφέρεσθαι “νεικείων Ἕλενόν τε Πάριν” (249) ἀντὶ τοῦ ἐπιπλήσσων· “δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς” (Il. 18, 498). διεφέροντο. καὶ ἡ μαχλοσύνη κοινῶς ἐστὶ γυναικὸς μανία· δέδωκε δʼ αὐτῷ οὐ
ταύτην, ἀλλὰ τὴν καλλίστην τῶν τότε Ἑλένην. Ἡσιόδειος δʼ ἐστὶν ἡ λέξις· ἐκεῖνος γὰρ πρῶτος ἐχρήσατο ἐπὶ τῶν Προίτου θυγατέρων.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.