(Il. 21, 80) καὶ “τῆς δʼ ἄρα κλαιούσης λύτο γούνατα,” ἔκτασις ἐγένετο διὰ τὸ μέτρον· εἰ δὲ παρατατικόν τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι, ὥσπερ ἐπὶ τοῦ ἰχθύες ἰχθῦς, μύες μῦς, ῥύεσθαι ῥῦσθαι· “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.” ἢ ἀπὸ τοῦ λέλυτο λῦτο ὡς βέβλητο βλῆτο.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.