ὁποίους ἂν παρθένοι καὶ ἠΐθεοι. οἱ γὰρ παλαιοὶ τὰ ἐκτιθέμενα βρέφη παρὰ δρυσὶν ἢ πέτραις εὑρίσκοντες ἐνόμιζον ἐκ τούτων γεγενῆσθαι. ἐκ τοιούτου δὲ ἐγένετο ἡ ὑπόληψις. οἱ παλαιοὶ νομαδικῷ ἐχρῶντο τῷ βίῳ, οἰκίας μηδέπω κεκτημένοι. αἱ οὖν γυναῖκες τίκτουσαι ἐν τοῖς ὄρεσιν ὑπὸ τὰ κοιλώματα τῶν πετρῶν καὶ δρυῶν. εὑρίσκοντες δέ τινες
νομίζοντες ἐκεῖθεν γεγενῆσθαι ἀνέτρεφον. ἡ ἱστορία παρὰ Διδύμῳ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.