Ἀχιλλεῖ καὶ τὰ καὶ τὰ ποιήσω· ἢ κομματικῶς εἰρῆσθαι ὑποληπτέον, ὡς καὶ ἡμῖν ὁ σύνδεσμος πολλάκις, ἂν δὲ κατάθωμαι καὶ πορευθῶ. δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν μετανοίᾳ γενόμενος, πρὶν ἀνταποδοῦναι, διακόψαι τὸν λόγον. τὸ ὅμοιον νοητέον καὶ ἐπὶ τῶν ὑπʼ Ἀγήνορος ἀνωτέῤω λεγομένων. στίζομεν δὲ ταῦτα ὡς πλήρη.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.