πῆξαι ἐπὶ σκολόπεσσι, ταμόνθ᾿ ἁπαλῆς ἀπὸ δειρῆς” (Il. 16, 176)· παρανομοῦσι δὲ οὐχ οἱ ἀμυνόμενοι, ἀλλʼ οἱ ἄρξαντες. ὁ δὲ Καλλίμαχός φησιν ὅτι πάτριόν ἐστι Θεσσαλοῖς τοὺς τῶν φιλτάτων φονέας σύρειν περὶ τοὺς τῶν φονευθέντων τάφους· Σίμωνα γάρ φησι, Θεσσαλὸν τὸ γένος, Εὐρυδάμαντα τὸν Μειδίου σῦραι ἀποκτείναντα Θράσυλλον τὸν ἀδελφὸν αὐτοῦ ἄρξασθαι τοῦ νόμου πρῶτον· τοῦτον γὰρ
ἐξάψαι τοῦ δίφρου τὸν φονέα καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον 1 2 3 4 ἕλκειν, ὅθεν καὶ τὸν Ἀχιλλέα ὡς Θεσσαλὸν πατρίῳ ἔθει τοῦτο ποιῆσαι καὶ δῆσαι τὸν Ἕκτορα.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.