οἱ κύνες πολλάκις ὀνομάζονται μετὰ τῶν κτητόρων, οἷον Κέρβερος Ἅιδου, Ὄρθρος Γηρυόνου, ἄλκαινα Ἀκταίωνος· οὕτως κύνα Ὠρίωνος. τῷ δὲ κυνηγετικὸν αὐτὸν εἶναι καὶ πλησίον κατηστέρισαν τὸν κύνα.
τοιαύτην αἰτίαν. Ἰκάριος γένος μὲν ἦν Ἀθηναῖος, ἔσχε δὲ θυγατέρα μονογενῆ Ἠριγόνην, ἥτις κύνα νήπιον ἔτρεφε. ξενίσας δέ ποτε ὁ Ἰκάριος Διόνυσον ἔλαβεν ἀπʼ αὐτοῦ οἶνόν τε καὶ ἀμπέλου κλῆμα. κατὰ δὲ τὰς τοῦ θεοῦ ὑποθήκας περιῄει τὴν γῆν, προφαίνων τὴν τοῦ Διονύσου χάριν, ἔχων σὺν ἑαυτῷ τὸν κύνα. γενόμενος δὲ ἐκτὸς τῆς
πόλεως βουκόλοις οἶνον παρέσχεν· οἱ δὲ ἀθρόως ἐμφορησάμενοι, οἱ μὲν εἰς βαθὺν ὕπνον ἐτράπησαν, οἱ δὲ περιλειπόμενοι, νομίσαντες 1 2 3 θανάσιμον εἶναι φάρμακον τὸ πόμα, πλήσσοντες ἐφόνευσαν τὸν Ἰκάριον. μεθʼ ἡμέραν δὲ νηψάντων αὐτῶν, καταγνόντες ἑαυτῶν εἰς φυγὴν ἐτράπησαν. ὁ δὲ κύων ὑποστρέψας πρὸς τὴν Ἠριγόνην διʼ ὠρυγμοῦ ἐμήνυσεν αὐτῇ τὰ γεγονότα· ἡ δὲ μαθοῦσα τἀληθὲς ἑαυτὴν ἀνήρτησε· νόσου δὲ ἐν Ἀθήναις γενομένης, κατὰ χρησμὸν Ἀθηναῖοι τόν τε Ἰκά.
ριον καὶ τὴν Ἠριγόνην ἐνιαυσίαις ἐγέραιρον τιμαῖς. οἳ καὶ καταστερισθέντες, Ἰκάριος μὲν Βοώτης ἐκλήθη, Ἠριγόνη δὲ παρθένος· ὁ δὲ κύων τὴν αὐτὴν ὀνομασίαν ἔσχεν. ἡ ἱστορία παρὰ Ἐρατοσθένει.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.