τοὺς τόνους τῶν εὐθειῶν. τὰ δὲ εἰς γων λήγοντα ὑπὲρ δύο συλλαβὰς 1 2 3 4 τότε μὲν θέλει ὀξύνεσθαι, ὁπότε διὰ τοῦ ο κλίνεται, τότε δὲ βαρύνεσθαι, ὁπότε διὰ τοῦ ω ἢ διὰ τοῦ ντ. τοῦ μὲν οὖν προτέρου Παφλαγόνος Λαιστρυγόνος Πηλεγόνος, “Πηλεγόνων ἐλατῆρα,” ἀρηγών. λέγω δὲ ἐπὶ τοῦ συμμάχου ρσενικῶς· “ἀρηγόνος ἡμετέροιο.” οὕτως οὖν καὶ τὸ Πηλεγών ὀξυτονηθήσεται. Πηλεγόνος γὰρ, καὶ Πηλεγόνα
ἡ αἰτιατική. “ὃς τέκε Πηλεγόνα” (v. 159). τὰ δὲ ἄλλως κλιθέντα βαρύνεται, Οὐκαλέγων Πελάγων Σαλάγγων· “μέσφα Σαλάγγωνος ποταμοῦ” (Apoll. Rh. 4, 337). τὸ δὲ καταπύγων, βαρυνόμενον καὶ διὰ τοῦ ο κλιθὲν, εἶχεν ἀφορμὴν τὸ παρώνυμον εἶναι τοῦ κατάπυγος, ὡς καὶ τοῦ ἄπειρος τό ἀπείρων.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.