οὐδέποτε φρίκην τὸ ψῦχος εἴρηκεν, ἀλλὰ τὸ ἐκ γαλήνης πρῶτον ἐξορθούμενον κῦμα, ὁμωνύμως δὲ τούτῳ καὶ τὸν ἄνεμον τὸν οἱονεὶ ἐπιστίζοντα τὴν θάλασσαν· “οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρίξ” 1 2 3 (Il. 7, 63) καὶ “ὡς δʼ ὑπὸ φρικὸς Βορέης (Il. 23, 692). ἡμεῖς δὲ λέγομεν ψῦχος κρύος καὶ πάχνην. ἔστιν οὖν τὸ λεγόμενον, μέλαιναν φρῖχʼ ὑπαίξει. τὸ μέλαν κῦμα ὑποτροχάσεται ἰχθὺς, ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸν δημὸν, πλοάζοντος καὶ ἐξ ἐπιπολῆς φερομένου τοῦ νεκροῦ· τὸ γὰρ ὅς κε φάγῃσι, ὃς φάγοι ἄν. καὶ ἐν Ὀδυσσείᾳ
(1, 396) “τῶν κέν τις τόδʼ ἔχῃσι,” ὃς ἔχοι ἄν.
γεύεσθαι ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. παρὰ δὲ Ἀριστοφάνει ἐγέγραπτο διὰ τοῦ ω ὅς κε φάγῃσι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.