στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου, ὡς καὶ τοῖς περὶ Ἀρίσταρχον ἐδόκει· λείπει γὰρ τὸ ἐστί ῥῆμα. τὸ δὲ ἑξῆς ἀφʼ ἑτέρας ἀρχῆς, ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ. ἔσται δὲ ὁ λόγος τοιοῦτος· ἔσται τις ὄρθρος ἢ καὶ μεσημβρία ἢ καὶ δειλίνη ὥρα, καθʼ ἣν κἀμέ τις ἀνέλῃ. οὕτως δὲ χωρὶς τοῦ σ γραπτέον, ὡς καὶ Διδύμῳ δοκεῖ ἐν τῇ
διορθώσει.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.