παραγωγῆς, εἰ μὴ τὸ ᾱ παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ, ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώτης συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας. οἷον ἕλος ἔλειος· διὰ τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ ᾱ. τέλος τέλειος, ὄρος ὄρειος. οὕτως ὄνειδος ὀνείδειος. παρεφυλάξατο δὲ τὰ
δύο σύμφωνα διὰ τὸ Ἀργεῖος καὶ τὸ ἑρκεῖος, καὶ τὸ ᾱ, ἐπεὶ φιλεῖ διὰ τοῦ ῑ γράφεσθαι ἡ παραγωγὴ, πελάγιος πάγιος Θάλπιος.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.