ἡ φράσις συνήθης αὐτῷ.
γελοῖον δὲ τὸ τοιοῦτον. ἄμεινον οὖν ἐστὶν ἐκεῖνο λέγειν, ὡς ἐπεὶ τὸ ᾱ καὶ τὸ ε καταλήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἤθελεν, ὡς ἔχει τὸ ἅρπη ἁρπάζω ἁρπαλέος ἑρπετόν ἑρπύζω ἅρπυια, καὶ τὸ ὄρπηξ τούτοις συνεξομοιοῦντές τινες ἠθέλησαν δασύνειν, οἷς οὐκ ἐπείσθη ἡ παράδοσις, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν
πλεονασμῷ φησὶ τοῦ π γεγενῆσθαι τὸ ὄνομα.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.