στίχοι πέντε, ὡς ἄκαιροι καὶ ὀχληροὶ προειρημένου τοῦ “ἀλλ᾿ ἄγε μηκέτι ταῦτα λεγώμεθα” (244). τοῦτο δὲ περιγράφοντός ἐστι τὸν λόγον· πῶς οὖν καθάπερ ἄλλην ἀρχὴν ποιούμενος ἔτι ἀναλαμβάνει “ἀλλὰ τίη ἔριδας;” καὶ τὰ λεγόμενα ἀνάξια τῶν προσώπων. καὶ παρὰ βαρβάροις δέ ἐστι τὸ τὰς γυναῖκας προερχομένας λοιδορεῖσθαι,
ὡς παρʼ Αἰγυπτίοις. περὶ δὲ τοῦ η τοῦ ὑποτασσομένου τῷ τί καὶ τῷ ἐπεί ἐδηλώσαμεν ἐν τοῖς πρὸ τούτων, ὡς τῷ τί ὑποτασσόμενος μὲν ἐγκλίνεται, τῷ δὲ ἐπεί περισπᾶται.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.