ἀνήρπασαν· εἰσὶ μέντοι οἳ τὸν ἄν σύνδεσμον παρέλαβον, ὧν ἐστὶ καὶ Ἀπολλώνιος ὁ τοῦ Θέωνος, τοιοῦτόν τι ἐκδεχόμενος, ἀνήρπασαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διὶ χάριν τοῦ κάλλους, εἰ ἔζη. τοῦτο δέ φησιν, ἐπεὶ οὐδαμοῦ παρεισάγει αὐτὸν ὁ ποιητὴς τῷ Διὶ διακονούμενον· ἡ γὰρ Ἥβη βλέπεται καὶ ὁ Ἥφαιστος. πρὸς δὲ ταῦτα ὑγιῶς ἀπεφήναντό
τινες, καὶ ὁ Ἀσκαλωνίτης, ὡς ὅτι ὁ ποιητὴς τῷ ἠρείψαντο οὐδέποτε ἐχρήσατο ἄνευ τῆς προθέσεως. δεύτερον ὡς εἰ ἦν ὁ ἄν σύνδεσμος, ἐχρῆν τινὰ αἰτίαν ἐπενεχθῆναι, ὥσπερ ἐπὶ τοῦ “οὐδ᾿ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ, εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο παῦσεν ἀριστεύοντα μάχης” (Il. 11, 504). πῶς δὲ ἐν
ἑτέροις περὶ τῆς ἁρπαγῆς τοῦ Γανυμήδους ὑπόμνησιν ποιεῖται, ὁπότε ὁ Διομήδης λέγει “τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχʼ υἷος ποινὴν Γανυμήδεος” (Il. 5, 262); ἀλλὰ, φησὶν, οὐ διακονεῖται. εὐλόγως, πρῶτον μὲν ὅτι τὰ πάντα συμπόσια δύο ἐστὶν, ἓν μὲν ἐν τῇ A, ἐν ᾧ ὁ Ἥφαιστος παρεισάγεται διακονούμενος ἕνεκα
γέλωτος, ἄλλο δὲ ἐν τῇ Δ, ὅπου ἡ Ἥβη κοινῶς οἰνοχοεῖ πᾶσι θεοῖς. ἔχομεν δὲ ἡμεῖς προσθεῖναι τὸ κυριώτατον, φημὶ δὴ τὸ τῆς συντάξεως· 1 2 3 4 ὁ γὰρ καί σύνδεσμος ἐναντίος ἐστὶ τῷ ἄν. ὁ μὲν γὰρ τίθησι, μᾶλλον δὲ συμπλέκει, ὥσπερ ἐπιζητῶν καὶ ἕτερα συμπλέξαι· ὁ δὲ ἄν σύνδεσμος ἀναιρεῖ τὰ παρῳχημένα.
Διὶ διὰ τὸ κάλλος. καὶ ὅτι ὁ καί περισσός.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.