μὲν γὰρ ἐναντιοῦται Ποσειδῶνι, τὸ μερικὸν πῦρ τῷ παντὶ ὑγρῷ· Ἀθηνᾶ δὲ Ἄρει, ἡ φρόνησις τῇ ἀφροσύνῃ· Ἥρα δὲ Ἀρτέμιδι, ὁ περίγειος ἀὴρ τῇ σελήνῃ· Ἑρμῆς δὲ Λητοῖ. ὁ λόγος τῇ λήθῃ· Ἥφαιστος δὲ Ξάνθῳ, τὸ ὅλον πῦρ μέρει τοῦ ὕδατος. διὰ τί δὲ οὗτοι οἱ θεοὶ προῃρηνται βοηθεῖν τοῖς Ἕλλησιν, Ἥρα, Ἀθηνᾶ, Ποσειδῶν,
Ἥφαιστος, Ἑρμῆς, τοῖς δὲ Τρωσὶν Ἄρης, Ἀπόλλων, Ἄρτεμις, Λητῶ, Σκάμανδρος, Ἀφροδίτης Ἥρα μὲν οὖν Ἕλλησι βοηθεῖ, ὅτι γαμήλιός ἐστιν ἡ θεὸς, μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἄλέξανδρον· ἢ ὅτι ἐν τῷ Ἀργει ἐτιμᾶτο λαμπρῶς, ὅθεν φησὶν ὁ ποιητὴς τὸ “Ἥρη τʼ Ἀργείη·” ἢ καὶ ὅτι ὡς τὸ Ἄργος, οὕτως οἰκεία ἦν αὐτῇ καὶ ἡ
Σπάρτη καὶ ἡ Μυκήνη, ὥς φησιν ἐν τῇ Δ (51). Ἀθηνᾶ δὲ ἤτοι διὰ τὸ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου, ἢ διὰ τὸ ἀλλοτρίους εἶναι τῆς συνέσεως τοὺς βαρβάρους. Ποσειδῶν δὲ, ἐπειδὴ οἱ πλείους τῶν Ἑλλήνων νησιῶταί εἰσιν, καὶ διὰ τὸ ὀργίζεσθαι δὲ Λαομέδοντι ἐπὶ ἀποστερήσει μισθοῦ τῆς τειχοποιίας. Ἑρμῆς δὲ ἢ ὅτι ἐξ Ἀρκαδίας,
ἢ ὅτι λόγιος, ἢ ὅτι κήρυκας ἀποσταλέντας πρὸς αὐτοὺς ὑπὸ Ἑλλήνων ἐπὶ διαλύσει τῆς διαφορᾶς Ὀδυσσέα καὶ Μενέλαον ἠβουλήθησαν ἀνελεῖν πεισθέντες Ἀντιμάχῳ· τῶν δὲ κηρύκων προστάτης Ἑρμῆς. Ἥφαιστος δὲ διὰ τὸ μισεῖν Ἄρη, ὅτι ἐμοίχευσεν αὐτοῦ τὴν γυναῖκα Ἀφροδίτην. τοῖς δὲ Τρωσὶ παρέστη Ἄρης, τὸ ὅμοιον μεταδιώκων
φιλοπόλεμος γὰρ ὁ θεὸς, φιλοπόλεμοι δὲ καὶ οἱ Τρῶες· ὁ δὲ Ἀπόλλων ἤτοι διὰ τὸ τόξον. τοξικοὶ δὲ καὶ οἱ Τρῶες, καὶ ἐν πρώτοις Ἀλέξανδρος· ἢ ὅτι κιθαριστὴς καὶ εὔμορφος, ὡς Ἀλέξανδρος. Ἄρτεμις δὲ καὶ Λητῶ χαριζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖς βαρβάροις τιμῶνται. Ξάνθος δὲ ὡς ὑπὲρ οἰκείας χώρας μάχεται. ἡ δὲ Ἀφροδίτη
1 διὰ τὸ ὑπὸ Ἀλεξάνδρου προκριθῆναι· καὶ σχεδὸν εἰπεῖν αὐτὴν ἀνθίστανται τῷ πολέμῳ· καὶ εἰκότως πάρεστι βοηθὸς τοῖς Τρωσίν.
τὸν Ἀσκαλάφου θάνατον ἐκδικῆσαι, ἢ ὅτι ἐν ὄψει τῶν θεῶν ὕβρισεν αὐτὸν εἰποῦσα “μαινόμενε φρένας ἠλέ” (Il. 15, 128). Ἥρᾳ δὲ Ἄρτεμις· ἔστι γὰρ αὐτῇ μητρυιά. Λητοῖ δὲ Ἑρμῆς, δικαίωςʼ μουσικὸς γὰρ ὑπάρχων τὴν τόν μουσικὸν Ἀπόλλωνα γεννήσασαν καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίσηκεν· ἢ ὡς λόγιος καὶ μνήμων
ἀποστρέφεται αὐτὴν ὡς λήθην. Ἥφαιστος δὲ Ξάνθῳ εἰκότως, ὅτι ἡ μὲν τῶν ποταμῶν φύσις πέφυκεν ὑγρὰ, Ἥφαιστος δέ ἐστι τοῦ πυρὸς δεσπότης, οὗ τροφὴ τὰ ξύλα. κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων ἥλιος ὢν ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα. Ἀθηνᾶ δέ ἐστι φρόνησις, Ἄρης δὲ ἀφροσύνη· ἐναντία δὲ καὶ πολέμιά ἐστι ταῦτα ἀλλήλων.
Ἥρα δέ ἐστιν ἀὴρ, Ἄρτεμις δὲ σελήνη, ἀερότεμίς τις οὖσα, ἡ τὸν ἀέρα τέμνουσα ἐξ οὗ ἤρτηται· τὸ δὲ βαρῦνον αὐτὴν πολέμιον νενόμικεν. Ἑρμῆς δέ ἐστι λόγος, Λητὼ δʼ ἀμνημοσύνη, οἷον ληθώ τις τῶν λόγων. Ἥφαιστος δὲ τὸ πῦρ, Ξάνθος δὲ τὸ ὑγρόν· ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.