τὴν οἱ ἀντὶ γενικῆς κειμένην, ὥσπερ ἐπὶ τοῦ “οἱ δέ οἱ ἐβλάφθησαν” (Il. 23, 387)· ἔστι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆς, ὥσπερ ἐπὶ τοῦ “νεῦσʼ ἐπὶ οἷ καλέσας” (Od. 17, 330) καὶ “προτὶ οἷ δὲ λαβὼν ἔντερα” (Il. 20, 418). οὐ μέντοι ποτὲ ἐν τῇ καλουμένῃ ἐπιταγματικῇ συντάξει· ἄλογον γὰρ τὸ τοιοῦτον ὥστε ἐπιφέρεσθαι
τὴν αὐτοῦ γενικὴν καὶ τὴν οἷ προκεῖσθαι δοτικὴν ὑπάρχουσαν, ὅπερ οὐχ ὑγιές· ἀεὶ γὰρ ταῖς πρωτοτύποις ὁμοιόπτωτος συντάσσεται ἡ αὐτοῦ ἀντωνυμία. πειστέον οὖν Ἀριστάρχῳ γράφοντι πειρήθη δʼ ἕο αὐτοῦ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.