ἀλλὰ καὶ ἐπιρρώννυσιν; ἢ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέσθαι. τὸν οὖν μετʼ εὐκλείας συναινεῖ θάνατον· διόπερ τῆς μοίρας οὐ προεῖπεν αὐτῷ μὴ προέληται τὴν εἰς οἶκον ἀνακομιδήν. πῶς δὲ χάλκεα λέγει τὰ παῤ Ἡφαίστου ὅπλα ἀπὸ τῆς χείρονος ὕλης; ἔχει γὰρ καὶ κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν· κοινότερον οὖν καὶ χαλκεῖς
ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους· “ἦλθε δὲ χαλκεύς” (Od. 3, 432) Ὅμηρος τὸν χρυσοχόον λέγων. στικτέον δὲ ἤτοι ἐπὶ τὸ ἐτήτυμον, ἵνα λείπῃ τὸ ἐστίν, ὁ δὲ λόγος, ταῦτα ἀληθῶς ἐστίν. ἢ συναπτέον· ἔστι δὲ σχῆμα σολοικοφανὲς, ὅτι τῷ πληθυντικῷ τὰ ἑνικὰ ἐπενήνεκται, ἐτήτυμον κακόν. ἀλλὰ τὸ μὲν ἐτήτυμον δύναιτʼ ἂν ἀντὶ
ἐπιρρήματος κεῖσθαι, τὰ δὲ ἄλλα παραπλήσια ἐκείνῳ δύναται εἶναι “δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσι;” (Il. 4, 31).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.