ἑνὸς ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύνασθαι περισπωμένην ἐπὶ βραχείας εἶναι. τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάσης καταλήξεως ἐχούσης παρασχηματισμόν οὐδετέρου, μέλας μέλαν, τάλας τάλαν, 1 2 πᾶς πᾶν, εὐμήκης εὔμηκες, ταχὺς ταχύ, φίλος φίλον, σώφρων σῶφρον. ὅθεν εἰ οὕτως ἀνέγνωμεν “οὐδὲν ὄλιζον ἕξομεν,” καὶ τὸ ὀλίζων βαρύνειν ὀφείλομεν. καὶ γὰρ οὐδέποτε τοῖς εἰς ων ὀξυνομένοις ὀνόμασι παράκειται οὐδετέρου παρασχηματισμὸς, τοῖς μέντοι βαρυνομένοις, σῶφρον τλῆμον. εἰ δὴ παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ
τὸ ἀρσενικὸν βαρύνεται· ἐσχημάτισται δὲ συγκριτικῶς κατὰ πάθος. παρὰ γὰρ τὸ ὀλιγώτερος κατὰ δεύτερον τύπον τὸ ὀλιγίων μὴ εἰρημένον συγκριτικῶς, ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος, ἐξέπιπτε τρίτος τύπος ὁ διὰ δύο σσ, ὀλίσσων· τὰ δὲ δύο σσ μετέπεσεν εἰς τὸ ζ, καὶ ἀπετελέσθη τὸ ὄλιζον. οὕτως οὖν ἐσχηματίσαμεν καὶ τὸ μεῖζον, λέγω
δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν στοιχείων.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.