γαμήλιος ᾠδή. τὸν δὲ ὑμέναιον ἐτυμολογοῦσιν οἱ μὲν ἀπὸ τοῦ ναίειν ὁμοῦ τὸν νυμφίον καὶ τὴν νύμφην, ἄλλοι δὲ φυσικῶς, ἐπεὶ ὑμήν ἐστιν ὁ ῥηγνύμενος ἐν τῇ τῶν παρθένων διακορήσει. οἱ δὲ, ὅτι Ὑμέναιός τις Ἀργεῖος παραπλέων τὰς Ἀθήνας κατέλαβεν Ἀττικὰς παρθένους ἁρπαζομένας ὑπὸ Πελασγῶν τινῶν, αἷς ἐπιφανεὶς αἴτιος ἐγένετο τοῦ
μὴ βιασθῆναι, ἀποδιώξας τοὺς Πελασγούς. διὰ τοῦτο οὖν αἱ νομίμως γαμούμεναι, ὥσπερ ἐπικαλούμεναι αὐτὸν, ὕμνον τινὰ ἔλεγον εἰς αὐτὸν, ὃν ἐκάλουν ὑμέναιον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.