κατασκευάζων οὕτως, τὴν μὲν προτέραν, ἐπεὶ κατὰ γένεσιν τοῦ κόσμου πρώτη πόλις αἱ Ἀθῆναι, κατὰ δὲ τὴν φύσιν τῶν στοιχείων ὁ θεὸς τὴν πόλιν τειχοποιεῖ. ἐπιφέρει δὲ γάμους καὶ ὑμεναίους· ἐν Ἀθήναις γὰρ ταῦτα πρῶτον ἤχθη, αὐλούς τε ἐν τοῖς γάμοις εὗρεν Ἀθηνᾶ δίκην τε ἐν τῇ πόλει· παρὰ γὰρ Ἀθηναίοις πρῶτον ἐγένετο
δικαστήριον ἐπὶ Ἁλιρροθίῳ τῷ Ποσειδῶνος. οἱ δὲ δικασταὶ Ἀθήνησι μισθὸν λαμβάνουσι, καὶ διὰ τοῦτο λέγει κεῖσθαι ἐν μέσῳ χρυσοῦ δύο τάλαντα. τὴν δὲ ἑτέραν πόλιν οὖσαν τὴν Ἐλευσῖνα· πόλεμον δὲ ἔσχον Ἀθηναῖοι πρὸς Ἐλευσῖνα, ὃν αὐτοῖς ἐπολέμησεν Εὔμολπος ὁ Ποσειδῶνος. βοηθοί τε αὐτοῖς εἰσὶν Ἄρης τε καὶ Ἀθηνᾶ, ὁ μὲν
χάριν ἀποδιδοὺς ὅτι ἀπελύθη κριθεὶς ἐν Ἀρείῳ πάγῳ, ἡ δὲ ὅτι τῆς πόλεως ὡς οἰκείας ἐκήδετο. καὶ τὰ ἐπαγόμενα δὲ ἴδια Ἐλευσῖνος “εὐρεῖα τρίπολος” (542), ἐπείπερ Ἐλευσῖνι πρῶτον καρποὺς Δημήτηρ 1 2 3 ἔδωκεν, ἡ δὲ “ σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν” (561), ἐπὶ Ἰκαρίῳ καὶ Διονύσου πορείᾳ. ὁ δὲ ποικιλλόμενος χορὸς Ἀριάδνης καὶ Θησέως ἔχει πράξεις. ἴδιος δὲ καὶ ὁ τεχνίτης τῶν Ἀθηνῶν Ἥφαιστος· Ἐριχθονίῳ γὰρ τῷ υἱῷ χαριζόμενος βασιλεύοντι τῶν Ἀθηνῶν τὴν τοιαύτην κατασκευὴν παρεισήγαγε. τὸν δὲ Ἄρειον
πάγον ἑρμηνεύει τὸν ἱερὸν κύκλον· οἱ δὲ δικασταὶ Ἀθηναῖοι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.