μᾶλλον δὲ ἐπὶ τοῦ διχοτομήματος αὐτοῦ· ὁ γὰρ ταῦρος σῶος οὐκ ἀνηστέρισται, ἀλλʼ ἕως τῶν ἰσχίων. αὗται δέ εἰσιν Ἄτλαντος καὶ Πληϊόνης θυγατέρες, ὧν τὰ ὀνόματα Μαῖα, Ταϋγέτη, Κελαινὼ, 1 Μερόπη, Ἠλέκτρα, Στερόπη, Ἀλκυόνη. Ἄτλας δὲ εἷς τῶν Γιγάντων μιγεὶς Πληϊόνῃ τῇ·Ὠκεανοῦ ἔσχε θυγατέρας ζ΄, αἳ τὴν παρθενείαν ἀγαπήσασαι συνεκυνήγουν τῇ Ἀρτέμιδι. θεασάμενος δὲ Ὠρίων ἠράσθη, καὶ ἐδίωκεν αὐτὰς μιγῆναι βουλόμενος. αἱ δὲ περικατάληπτοι γενόμεναι θεοῖς ηὔξαντο μεταβαλεῖν τὴν φύσιν· Ζεὺς δὲ
ἐλεήσας αὐτὰς καὶ διὰ τῶν ἄρκτων κατηστέρισεν. ὠνομάσθησαν δὲ Πληιάδες ἀπὸ Πληιόνης τῆς μητρὸς αὐτῶν. φασὶ δὲ Ἠλέκτραν, οὐ βουλομένην τὴν Ἰλίου πόρθησιν θεάσασθαι διὰ τὸ κτίσμα εἶναι τῶν ἀπογόνων, καταλιπεῖν τὸν τόπον οὗ κατηστέριστο· διόπερ οὔσας πρότερον ζ΄ γενέσθαι Ϛ΄. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.
Πολυξοῖ. αὗται θρέψασαι τὸν Διόνυσον περιῄεσαν σὺν αὐτῷ, τὴν εὑρεθεῖσαν ἄμπελον ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις χαριζόμεναι. Λυκοῦργος δὲ μέχρι τῆς θαλάσσης συνεδίωξε τὸν Διόνυσον· ἐκείνας δὲ ὁ Ζεὺς ἐλεήσας κατηστέρισεν. ἡ ἱστορία παρὰ Φερεκύδει.
θρηνοῦσαι ἀπόλλυνται, τὰς δὲ λοιπὰς διʼ οἶκτον καταστερίσας Ζεὺς Ὑάδας ἐπωνόμασεν ἐπωνυμίᾳ τοῦ ἀδελφοῦ. αἱ δὲ πλείους ζ΄ βραδέως μὲν, πλὴν ἀποθανοῦσαι Πληϊάδες εἴρηνται. Φερεκύδης δὲ, καθὰ προείρηται, τὰς Ὑάδας Δωδωνίδας νύμφας φησὶν εἶναι καὶ Διονύσου τροφοὺς, ἃς παρακαταθέσθαι τὸν Διόνυσον Ἰνοῖ διὰ τὸν Ἥρας φόβον,
καθʼ ὃν καιρὸν αὐτὰς καὶ Λυκοῦργος ἐδίωξεν. τῶν δὲ Πληϊάδων οὐσῶν ἑπτὰ πάνυ ἀμαυρὸς ὁ ἕβδομος ἀστήρ ἐστιν, ὡς μὲν Ἄρατος 2 3 4 5 6 7 ἐν τῷ πρὸς Θεόπροπον ἐπικηδείῳ φησὶν, Τροίας πορθουμένης τὴν Δαρδάνου μητέρα Ἠλέκτραν, μίαν οὖσαν τῶν Πλειάδων, φυγεῖν τε τὴν τῶν ἀδελφῶν σύνοδον καὶ τὰς κόμας λύσασαν ἐνίοτε κομήτην ἀστέρα φαίνεσθαι. φησὶ δὲ καὶ Ἑλλάνικος ἐν τῷ πρώτῳ τῶν Ἀτλαντικῶν τὰς μὲν Ϛ΄ θεοῖς συνελθεῖν, Ταϋγέτην Διὶ, ὧν γενέσθαι
Λακεδαίμονα, Μαῖαν Διὶ. ἀφʼ ἇν Ἑρμῆς, Ἠλέκτραν Διὶ, ὧν Δάρδανος, Ἀλκυόνην Ποσειδῶνι, ὧν ῾ Υριεὺς, Στερόπην Ἄρει, ὧν Οἰνόμαος· Κελαινὼ Ποσειδῶνι καὶ αὐτὴν συγγενέσθαι, ὧν Λύκος· Μερόπην δὲ Σισύφῳ θνητῷ ὄντι, ὧν Γλαῦκος· διὸ καὶ ἀμαυρὰν εἶναι. Ὑάδας δὲ εἴρηνται ἤτοι παρὰ τὸ σχῆμα τῆς τῶν
ἀστέρων θέσεως (τῷ γὰρ στοιχείῳ παραπλήσιόν ἐστιν), ἢ ἐπεὶ ἀνατελλουσῶν αὐτῶν καὶ δυνουσῶν ὕει ὁ Ζεύς. αἱ δὲ Πλειάδες ἤτοι ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης, ἢ ὅτι πλείους ὁμοῦ κατὰ μίαν συναγωγήν εἰσι (βότρυν γὰρ αὐτὰς λέγουσιν)· ἢ ὅτι πλείους μὲν καὶ ζ΄ εἶναι δοκοῦσιν, ἐπὶ δὲ τῆς ἀληθείας ἐλάττους εἰσίν·
ἢ πλησιάδες (πλησίον γὰρ κεῖνται)· ἢ ὅτι πλείους διʼ αὐτῶν αἱ τῶν ὡρῶν ἐπισημασίαι· ἢ ὅτι πλειῶνος, ὅ ἐστιν ἐνιαυτοῦ, σημαντικαί· χειμῶνα γὰρ καὶ θέρος διορίζουσιν, καθὸ ἐπιφέρονται, καὶ διὰ μόνων αὐτῶν σημειοῦνται τὰς ἑῴας ἐπιτολὰς πρὸς θέρος καὶ τὰς ἑσπερίους πρὸς ἄροτον, ὡς Ἡσίοδος “Πληϊάδων Ἀτληγενέων
ἐπιτελλομενάων ἄρχεσθʼ ἀμήτοιο, ἀρότοιο δὲ δυσομενάων” (Ο. 381). τὰς δὲ Ἄτλαντος ἀτυχίας κλαιούσας αὐτὰς καταστερισθῆναί φησιν ὁ Αἰσχύλος. Πληϊάδων δὲ ἀνατολὴ ἑῴα ἡλίου ὄντος ἐν διδύμοις, δύσις δὲ ἑῴα κατὰ τὴν διάμετρον ἡλίου ὄντος ἐν σκορπίῳ· ταύρου δὲ ὄντος ἡλίῳ κατὰ τὸ εἰκὸς ἑκατέρωθεν ἐπίφασις γίνεται. καὶ γὰρ τὸν
προανατέλλοντα κριὸν ἐπὶ ε΄ ἡμέρας προκαταλάμπει κατʼ ἀρχὰς ἐγγὺς ὢν αὐτοῦ, καὶ τοὺς προανατέλλοντας διδύμους ἐπʼ ἄλλας 8 9 10 ἡμέρας έ, ὥσπερ τὸ ἔν τινι καιόμενον πῦρ θέρμης ἀπόρροιαν ἔχει βραχεῖαν καὶ πρὸς τοὺς ἑκατέρωθεν. διὰ τοῦτο καὶ Ἡσίοδος ἔφη “αἱ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα κεκρύφαται” (O. 383), διότι καταυγάζονται.
ἄστρον μέγιστον ἐν τῷ οὐρανῷ κατηστερισμένον οὕτως, Διὸς Ποσειδῶνος καὶ Ἑρμοῦ παῖς. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης, μιᾶς τῶν Ἄτλαντος θυγατέρων, ᾤκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, φιλοξενώτατος δὲ γενόμενος ὑπεδέξατό ποτε καὶ θεοὺς. Ζεὺς γὰρ καὶ Ποσειδῶν καὶ Ἑρμῆς ἐπιξενωθέντες αὐτῷ, καὶ τὴν φιλοφροσύνην
ἀποδεξάμενοι, παρῄνεσαν αἰτεῖν τι ἂν βούλοιτο. ὁ δὲ ἄτεκνος ὢν ἠτήσατο παῖδα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν ἀπεσπέρμηναν εἰς αὐτὴν, καὶ ἐκέλευσαν κρύψαι κατὰ γῆν καὶ μετὰ δέκα μῆνας ἀνελέσθαι· ὧν διελθόντων ἐγένετο ὁ Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὐρῆσαι ὥσπερ τοὺς θεοὺς, ἔπειτα
δὲ κατʼ εὐφημισμὸν Ὠρίων. συγκυνηγετῶν δὲ οὗτος Ἀρτέμιδι ἐπεχείρησεν αὐτὴν βιάσασθαι. ὀργισθεῖσα δὲ ἡ θεὸς ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον ἀπέκτεινε. Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν· διὸ τοῦ σκορπίου ἀνατέλλοντος Ὠρίων δύνει. ἡ ἱστορία παρὰ Εὐφορίωνι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.