κατηγορεῖ τῶν ὀδυρομένων, λέγων ὑπὲρ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡς δεινόν τι πεπονθότων. Ζωΐλος δέ φησιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλέα· προειδέναι τε γὰρ ἐχρῆν ὅτι κοινοὶ οἱ πολεμικοὶ κίνδυνοι, τόν τε θάνατον οὐκ ἐχρῆν δεινὸν ὑπολαμβάνειν, τό τε οὕτως ὑπερπενθεῖν γυναικῶδες. οὕτως οὔτʼ ἂν βάρβαρος τιτθὴ ἐποίησεν.
καίτοι Ἑκάβης ἐπὶ τῷ συρμῷ Ἕκτορος οὐδὲν τοιοῦτόν ἐστιν. Ζηνόδωρος δὲ ἀπολογεῖται λέγων ὅτι διὰ τὴν ὑπερβολὴν τῶν πεπραγμένων θρηνεῖ. καὶ ἄλλως συνήθη ταῦτα τῷ βίῳ· “τοῦτό νυ καὶ γέρας οἶον ἰϊζυροῖσι βροτοῖσι, κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν” (Od. 4, 197).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.