τέτακται ὁ λέων, καὶ ἔστιν ἐπίκοινον. ἔστι γάρ τινα ὀνόματα ἀρσενικὰ ἃ καὶ ἐπὶ θηλυκῶν τάσσεται, καὶ θηλυκὰ ἃ καὶ ἐπʼ ἀρσενικῶν, οἷον ἱέραξ μὲν καὶ ἐπʼ ἄρσενος καὶ θηλείας τάσσεται, πάρδαλις δὲ θηλυκὸν ὄνομα καὶ ἐπʼ ἀρσενικοῦ τίθεται. οὐκοῦν κατὰ μὲν τὴν ἡμετέραν συνήθειαν λέων μὲν λέγεται ὁ ἄρσην, λέαινα δὲ ἡ θήλεια· κατὰ
δὲ τὸν Ὅμηρον μήπω τὴν λέαιναν εἴθισται, ἀλλὰ τὸ ἀρσενικὸν μόνον· διὸ εἰπεῖν ἀρσενικῷ ἄρθρῳ χοώμενον “ᾧ ῥά τε νήπἰ ἄγοντι,” οὐχὶ “ᾗ ῥά τε νήπιʼ ἀγούσῃ.” ὁ δὲ Ἀντίμαχος ἐκ τούτου πλανηθεὶς ᾠήθη καὶ τὸν ἄρσενα σκυμναγωγεῖν. τὸ μέγεθος δὲ Αἴαντος ὑποφαίνει ἡ παραβολή.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.