Σαρπηδόνος σῶμα ὑπό τοῖς Ἀχαιοῖς ἀφῆκε γενέσθαι. δεῖν οὖν πολεμήσαντα καὶ ἀνθελκύσαντα τὸν Πάτροκλον ῥυσιάσαι, μέχρι ἂν ἀποδῶσιν ἐκεῖνοι τὸν νεκρὸν τοῦ Ἔαρπηδόνος καὶ τὰ τεύχη, ἀντικομιζόμενοι τὸν Πάτροκλον· δοκοῦσι γὰρ τὸν Σαρπηδόνα ὑπὸ τῶν Ἀχαιῶν ἦρθαι καὶ κεῖσθαι ἐπὶ τῶν νεῶν, οὐκ εἰδότες ὅτι ὑπὸ Ἀπόλλωνος
εἰς Λυκίαν ἀναρπασθεὶς ἀποκεκόμισται. ὁ δὲ Ὅμηρος, ἵνʼ ἐπιφανῆ τὸν ἀγῶνα ποιήσῃ τὸν ἐπὶ τοῦ σώματος Πατρόκλου, ταῦτα ὑπέθετο· οἵ τε γὰρ Τρῶες ὡς ὑπὲρ Σαρπηδόνος κινδυνεύειν κρίνουσιν, οἵ τε Ἀχαιοὶ τὸν Σαρπηδόνα οὐκ ἔχοντες μάχονται ὑπὲρ τῆς αἰκίας τοῦ Πατρόκλου· χαλεπὴ ἡ αἰκία, καὶ συγγνωστὸς ὁ Ἀχιλλεὺς αἰκιζόμενος
τὸν Ἕκτορα ἐπʼ ἐκδικίᾳ τοῦ φίλου· χαλεπώτερον γὰρ τὸ ἄρξαι τινὸς ἀδικήματος.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.