τῶν Τρώων μάχῃ, ἢ ὡς τὸ “ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς” (Il. 22, 55), οὕτως Τρώεσσι δαμασθείς ἀντὶ τοῦ ὑπὸ Τρώων· δαμεὶς δὲ δαμασθείς. ἢ αὐτὸ δὲ τοῦτο διχῶς, ἤτοι ἐπιπεσόντων πάντων τῶν Τρώων δαμεὶς, ἢ ὑφʼ Ἕκτορος, ὥστε τὸ ἑνικὸν πληθυντικῶς ἐξενηνέχθαι· καὶ Τρῶας κατὰ τὸ πληθυντικὸν ἔφη τόν
τε Ἐκτορα καὶ τὸν Εὔφορβον· ὑφʼ οὗ μὲν γὰρ ἐβλήθη, ὑφʼ οὗ δὲ οὐτάσθη.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.