κακῶς ἔπραξεν· ὁ δὲ φρόνιμος προπερισκέπτεται καὶ προπερινοεῖ τὰ ἐσόμενα· διὸ ἐκλέγεται τὸ συμφέρον, ἵνα μὴ ἁμάρτῃ μηδὲ μετανοῇ γενόμενος ἐν κακῷ. διὰ τοῦτο ὁ μὲν Προμηθεὺς, φρόνιμος δαίμων, ὁ δὲ Επιμηθεὺς φαῦλος· μετανοεῖ γὰρ ὅτʼ οὐδὲν ὄφελος. ὅτι δὲ εἰς παροιμίαν παραδέδοται, λέγει καὶ Πλάτων οὕτως δή. “καί σοι λέγω,
ὦ Ἀγάθων, μὴ ἐξαπατᾶσθαι ὑπὸ τούτου, ἀλλʼ ἀπὸ τῶν ἡμετέρων παθημάτων γνόντα εὐλαβηθῆναι, καὶ μὴ κατὰ τὴν παροιμίαν ὥσπερ νήπιον παθόντα γνῶναι” (Conviv. p. 222 b).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.