ἀλλʼ ἐπὶ τοῦ Ἰδομενέως. σαφὲς δʼ ἐκ τοῦ ἐπιφέρεσθαι “καί κε Τρωσὶ μέγα κράτος·” οὐ γὰρ ἂν τάσσοιτο τοῦτο οἰκείως ἐπὶ τοῦ Κοιράνου (ἦν γὰρ οὐ τῶν ἀριστέων), ἀλλʼ ἐπὶ τοῦ Ἰδομενέως. διὰ μέσου δὲ ταῦτα “δίφρῳ ἐφεσταότος, τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν, αὐτὰρ ὁ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε Κοίρανον, ὅς ῥʼ ἐκ
Λύκτου ἐϋκτιμένης ἔπετʼ αὐτῷ” ὥστε εἶναι τὸ ἑξῆς, ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθεν ὁ Ἰδομενεύς. εἴωθε δὲ ὁ ποιητής τινα διὰ μέσου τάσσειν. κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆσθαι ἐν τῷ “ὁ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος·” εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν πῶς
ἐγένετο ἐν τῷ δίφρῳ, πρότερον μὲν ἦν πεζὸς, τότε δὲ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ ἅρμα. πεζὸς μὲν γὰρ τὰ πρῶτα λίπεν νέας ἐν τῇ Ν (240) ἀπὸ τῆς σκηνῆς ὁ Ἰδομενεὺς, νῦν δὲ ἄφνω πέφηνεν ἐφʼ ἅρματος· οὐ γάρ ἐστιν ὁ λόγος ὅτι ἀπὸ Κρήτης πεζὸς ἦλθεν, οὐ χρησάμενος ἅρματι, καθάπερ ὁ Ὀδυσσεὺς, τραχεῖαν ἔχων τὴν Ἰθά.
κην. σημαίνει οὖν ὅτι ἀπὸ τῶν νεῶν πεζὸς ἦλθεν ἐπὶ τὸν πόλεμον. προθεὶς οὖν τὸ κεφάλαιον, ὕστερον ἐπεκδιδάσκει πῶς ἔσχεν ἅρμα· “καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους.” τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν “ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος.” πῶς ; ὁ γὰρ
Κοίρανος ἤλασε τοὺς ἵππους, ἐπεὶ αὐτός γε πεζὸς ἐλήλυθε· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἤλυθε. τίς γὰρ ἡ ἰδιότης, ὅτι εἴπερ ἐμάχετο πεζὸς, ἀπολώλει ἂν οἷς ἐντροπὴ ἐγένετο πρὸς οὓς Πηνέλεως ἦσχεν;
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.