συνήθειαν. ἔστι δὲ ὁ νοῦς οὗτος· ἐφʼ ὅσον τῆς μάχης ἔστασαν οἱ ἄριστοι, ἐπὶ τοσοῦτον σκότει κατείχοντο οἱ μαχόμενοι· οἱ μὲν ἄλλοι τῶν μαχομένων ἐν φωτὶ ἐμάχοντα, “οἱ δʼ ἄλλοι Τρῶες εὔκηλοι πολέμιζον.” οἱ δὲ ἄριστοι περὶ τοῦ Πατρόκλου σώματος ἀγωνιζόμενοι σκότει κατείχοντο. ἐκ τούτου δὲ τὴν ἀλκὴν καὶ τὴν ὑπομονὴν ἐμφαίνει,
ὅτι τὰ σώματα παρατεθείκεσαν, ὥστε καταφέρειν τὰς πληγὰς ἀπροοράτως εἰς τὸ τυχόν. ἡ διπλῆ δὲ, ὅτι ὁ Ζηνόδοτος γράφει διὰ τοῦ “ἐπὶ τόσσον,” κακῶς. μενούσης γὰρ τῆς διὰ τοῦ θ γραφῆς περισσὸν νοητέον τὸν τε σύνδεσμον· ὁ δὲ νοῦς ὡς προείρηται.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.