Φόρκυνα αἰτιατικὴ ἀπʼ εὐθείας τῆς εἰς ν. τὸ δὲ τοιοῦτον ἴδιον ποιητικῆς. οὐχ ὑγιῶς δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φησὶ, καὶ ἡ εὐθεῖα ἐκτεινομένη· “Φόρυς αὖ Φρύγας ἦγε” (Il. 2, 862)· ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει.
ἦρχε” Il. 2, 858) νῦν Χρομίον εἴρηκε διὰ τὸ μέτρον· ὁ δὲ Διονύσιος, εἴ τις ζητοίη, φησὶ, πότερον παραπεποίηται, εἴποιμεν ἂν τὸν Χρομίον· εὔλογον γὰρ ἐκεῖ τὸ ὄνομα πρῶτον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.