γὰρ τὸν Πηλέως καὶ Θέτιδος γάμον οἱ θεοὶ συναχθέντες εἰς τὸ Πήλιον ἐπʼ εὐωχίᾳ ἐκόμιζον Πηλεῖ δῶρα, Χείρων δὲ μελίαν εὐθαλῆ τεμὼν εἰς δόρυ παρέσχεν. φασὶ μὲν Ἀθηνᾶν ξέσαι αὐτὸ, Ἥφαιστον δὲ κατασκευάσαι. τούτῳ δὲ τῷ δόρατι καὶ Πηλεὺς ἐν ταῖς μάχαις ἠρίστευσε καὶ μετὰ ταῦτα Ἀχιλλεύς. ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια
ποιήσαντι.
ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐν οὐρανῷ, δένδρον δὲ οὐράνιον λέγειν καταγελαστότατον ἦν, διὰ τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν 1 2 Πάτροκλον φέροντα, ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆς Ἡφαίστου δημιουργίας, μόνον δὲ τὸ δόρυ ἐάσαντα, ἵνα σωθῇ καταλειπόμενον· τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἥφαιστος κατεσκεύασε πιθανῶς διὰ τὸ τὴν ὕλην αὐτοῦ μὴ οὐράνιον, ἀλλʼ ἔγγειον καὶ Πηλιῶτιν εἶναι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.