μᾶλλον· οὕτως γὰρ εἴωθε λέγειν· “ἄσβεστος δʼ ἄῤ ἐνῶρτο γέλως” (II. 1, 599). τὸ δὲ σβεστή ἀνέμφατον. καὶ τὸ σχῆμα Ὁμηρικὸν, ἀσβέστη, καθάπερ “ῥεῖα δʼ ἀριγνώτη πέλεται” (Od. 6, 108) ἀντὶ τοῦ ἀρίγνωτος.
1 ἐκδεχομενος τοῦ “ἄσβεστος δʼ ἄῤ ἐνῶρτο γέλως,” ὑγιῶς πάνυ· οὕτω γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφασις τοῦ δηλουμένου, καὶ πολὺς ὁ τοιοῦτος σχηματισμὸς Ὁμηρικός.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.