ἀπήραξε κατὰ συμπέρασμα, ἐστιν ἀπέθραυσεν, πῶς ἐπιφέρει “τῆλε δʼ ἀπʼ αὐτοῦ αἰχμὴ χαλκείη χαμάδις,” ὡς πρότερον μὴ ἀποκεκομμένου, ἀλλʼ ὅτε διέσεισεν ὁ Αἴας ἀποπεπτωκότος) ὁ μὲν οὖν Ἀρίσταρχος τὸ συμπέρασμα λέγει προειρῆσθαι, εἶτα κατὰ μέρος ἐπηκριβῶσθαι, ὡς εἴ τις λέγοι “ὅδε τις τόνδε εἰς τὰ σπλάγχνα
δόρατι παίσας ἀπέκτεινεν· ἐκσπασθέντος δὲ τοῦ δόρατος ἀπέθανεν” ὡς ἐγένετο ὕστερον ἐπιδιηγούμενος. οὕτως ἀπάραξε καὶ κόλον δόρυ λέγει κατὰ συμπέρασμα· ὡς δὲ ἀπέπεσεν ὕστερον ἡ αἰχμὴ διακραδναθέντος τοῦ δόρατος, ἐπεξηγεῖται. φαίνεται γὰρ ὁ Αἴας μικροῦ τινὸς ἔτι διακρατοῦντος τὴν ἐπιδορατίδα πειράζων κραδᾶναι, ἀποπεσούσης
δὲ ταύτης παντελῶς ἀπεγνωκέναι ὅτι ἠχρείωται τὸ δόρυ. διὸ καὶ τὸ αὕτως πρόσκειται, ὅτι κατὰ κενὸν ἐκράδανεν, οὐ δυνάμενος αὐτῷ χρῆσθαι. τινὲς δὲ καὶ τὸν δέ ἀντὶ τοῦ γάρ λαμβάνουσιν· τῆλε γὰρ ἀπʼ αὐτοῦ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.