κατὰ τὸ ἐνεργητικὸν, ἀντὶ τοῦ ἐκτησάμην. καὶ ἐν Ὀδυσσείᾳ (2, 102) “πολλὰ κτεατίσσας” ἀντὶ τοῦ κτησάμενος.
συντιθέμενα, εἰς ης λήγοντα, ἀρσενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδος εὐειδής, βάθος “ἀγχιβαθὴς δὲ θάλασσα” (Od. 5, 413). τὸ η παρῃτησάμην διὰ τὸ μῆκος εὐμήκης, τὴν δισυλλαβίαν διὰ τὸ 1 2 3 4 εὐμεγέθης, τῶν παρὰ τὸ ἔτος ὑπεξαιρουμένων· “ὅτριχας” γὰρ “οἰέτεας” ἀνέγνωμεν (II. 2, 765)· μόνως οὖν εὐτειχής καὶ εὐτειχέα. δευτέρῳ λόγῳ, ὅσοις κυρίοις εἰς ης λήγουσι βαρυτόνοις συνθέτοις παράκειται ἐπιθετικὰ ὀξυνόμενα, Διογένης—αὐτὰρ ὁ διογενής, Πολυνείκης—ἀλλὰ πολυνεικὴς δʼ Ἑλένα, Παγκράτης—παγκρατὴς
ἀλήθεια, Εὐρυσθένης -ὁ πλοῦτος εὐρυσθενής. εἰ δὴ Εὐτείχης ὄνομα κύριον παρὰ Ἀλκμᾶνι, ὀξύνεται τὸ ἐπιθετικόν. πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάσις; δώσομεν ἀφορμήν. τὰ εἰς ος λήγοντα οὐδέτερα συντιθέμενα ἀπʼ εὐθείας συντίθεται, ξίφος ἄξιφος· μόνον τὸ τεῖχος καὶ ἀπὸ γενικῆς, τείχεος εὐτείχεος, ἀφʼ οὗ τὸ “δῷσι
πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι” (Il. 1, 129). μεταπλασμὸς εὐτείχεα, ὡς πυργοκέρατον πυργοκέρατα. πάθος παρέλαβον, ἵνα βοηθήσω τῇ τετριμμένῃ τάσει.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.