καταπεφνών Il. 17, 539), τοῦ Ἀριστάρχου βαρύνοντος. καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι. εἰ γὰρ πέφνω πέφνεις πέφνει οὐ λέγομεν, ὑποτακτικῶς δὲ πέφνω πέφνῃς πέφνῃ καὶ “πέφνε γὰρ Ὀθρυονῆα” (Il. 13, 363), καὶ ἔστι δεύτερος ἀόριστος ὡς ἔλαβε λάβω λάβῃς λάβῃ, δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ
μέντοι Ἀρίσταρχος καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη, καὶ οὕτως ἐβάρυνεν. ἐπεὶ γὰρ αἱ εἰς νων λέγουσαι μετοχαὶ, ἔχουσαι πρὸ τοῦ ν 1 2 3 4 σύμφωνον κατʼ ἐπιπλοκὴν, ἤτοι ἐβαρύνοντο ἢ περιεσπῶντο, οὐδέποτεδὲ ἀξύνοντο, ὥσπερ ἔχει ἡ τέμνων κάμνων πίτνων, ἐδοκίμαζε καὶ τὴν πέφνων βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τις λέγοι διὰ τί γάρ οὐ περισπᾷ, διδαχθήσεται ἐκ τῆς κλίσεως· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα ὡς νοοῦντα. οὕτως δὲ καὶ ἡ ἴσας μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι
καὶ τῇ ποιότητι τοῦ στοιχείου, οὐ τῇ κλίσει τῇ τοῦ ἐνεστῶτος, ὥσπερ ἀπεδείξαμεν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.