θάνατον λίσσεσθαι. δοκεῖ δέ μοι ἡ πλείων παράδοσις παροξύνειν οὐκ ἀπιθάνως. ὅνπερ γὰρ τρόπον ἐν ἑτέροις διαλαμβάνων περὶ τοῦ 1 2 3 4 “μεταλλῆσαι καὶ ἔρεσθαι” (Od. 3, 69), ἀξιούντων πάντων τὸ ἐρέσθαι ὁμοίως τῷ πυθέσθαι, ἐπειδήπερ μέσος δεύτερος ἀόριστός. ἐστιν, ἀπεφηνάμην ὡς ἡ παράδοσις τρίτην ἀπὸ τέλους ἐποίησε τὴν ὀξεῖαν, οὐ τῷ σημαινομένῳ πεισθεῖσα, ἀλλὰ τῷ χαρακτῆρι τῆς φωνῆς, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαρωξύνετο, ὄντα ἐνεστῶτος,
οἷον φέρεσθαι δέρεσθαι, ἃ εἶχε τὴν ρε συλλαβὴν πρὸ τέλους, τῆς ἀρχούσης συλλαβῆς εἰς τὸ ε ληγούσης. οὕτως καὶ τὸ ἐρεσθαι ἀναδεξάμενον τὸν αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ λόγῳ τοῦ ἀορίστου, τῇ δὲ ὁμοιότητι τῆς φωνῆς. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ προκειμένου. ὀφείλει γὰρ τὸ λιτέσθαι προπαροξύνεσθαι· τοῦτο γὰρ αἰτεῖ καὶ τὸ
νοητὸν καὶ ὁ σχηματισμὸς, παρὰ τὸ λίτομαι. ἀλλʼ ἐπεὶ τὰ εἰς σθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ, παρωξύνετο, ὥσπερ ἔχει τὸ λιπέσθαι πιθέσθαι ἰδέσθαι ἱκέσθαι, οὕτως καὶ τὸ
λιτέσθαι παρώξυνεν ἡ παράδοσις, οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος πεισθεῖσα, τῷ δὲ τοῦ χαρακτῆρος. παρεκτέταται τὸ κεφάλαιον τῷ Ἡρωδιαῷ.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.