ἀγνοεῖ δὲ ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ πρὸς αὐτὸν ἐπὶ τὸν περὶ αὐτοῦ, καὶ πολλάκις ἀποστροφὰς ποιεῖται.
ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς αἰτιατικῆς ποιητικῶς, ὡς σκέπην σκέπα, φυγήν φύγα, ἢ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ἀπʼ εὐθείας τῆς φύξ, ὡς Στύξ Στύγα, τοῦ δε ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῆ, ὡς καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις. “Ἴδηθεν μεδέων” (Il. 3,
276) “δόρυ δʼ ἔκβαλεν ἔκτοσε χειρόςʼ (Od. 14, 277). ἀλλʼ οὖν γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔσονται φύγαδέ, ὡς Οὔλυμπόνδε, ἢ εἴς, ὡς ἄγραδε. τὸ γοῦν “ἅλαδʼ 1 2 3 4 5 ἑλκομενάων” (Il. 14, 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡς οἶκόνδε, ἐντελοῦς οὔσης τῆς αἰτιατικῆς, ἢ πάλιν κατὰ παραγωγὴν, ὡς ἄγραδε, ἅλαδε. ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ ιθ’ τῆς καθόλου.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.