δὲ εἰσπηδήσας Ἕκτωρ. φησὶ γοῦν “Σαρπηδὼν δʼ ἔπαλξιν ἑλῶν χερσὶ στιβαρῇσιν ἕλχ’, ἡ δʼ ἔσπετο πᾶσα” (Il. 12, 397)· ἐπὶ δὲ τεῦ Ἕκτορος “ῥῆξε δʼ ἀμφοτέρους θαιρούς,” εἶτα ἐπιφέρει “ὁ δʼ ἔσθορε φαίδιμος 1 2 3 4 5 6 7 8 Ἕκτωρ” (ib. 462). ἄμεινον δὲ πείθεσθαι Ἀριστάρχῳ δασύνοντι, ἐκδέχεσθαι δὲ ἡμᾶς οὕτως τὸ ἐσήλατο, ὅτι πρῶτος ἐφήλατο καὶ ἐπεπήδησε τῷ τείχει. ὅρα γοῦν ὡς οὐκ εἶπε πρῶτος διῆλθεν· ὁ μὲν γὰρ Ἕκτωρ πρῶτος διῆλθεν, ὁ δὲ Σαρπηδὼν πρῶτος ὥρμησεν ἐπὶ τὸ τεῖχος· “ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε τεῖχος
ἐπᾶῖξαι” (ib. 308), ὥστε τὸ ἥλατο ταυτὸν εἶναι τῷ ὁρμῆσαι.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.